Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Παρασκευή 2 Νοεμβρίου 2012

Προσευχή για Πάθη και Καταστροφικές Εξαρτήσεις (Αλκοολισμός, Κάπνισμα κ.α.)

Προσευχή για Πάθη και Καταστροφικές Εξαρτήσεις (Αλκοολισμός, Κάπνισμα κ.α.)

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος . Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.

Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.

Ψαλμός 42

ΚΡΙΝΟΝ με, ὁ Θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. 2 ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. 4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός, ὁ Θεός μου. 5 ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

Ευαγγέλιο Κατά Ιωάννην, Κεφάλαιο 8/31-36

31 Ελεγεν οὖν ὁ ᾿Ιησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ ᾿Ιουδαίους· ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
33 ἀπεκρίθησαν αὐτῷ· σπέρμα ᾿Αβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε; 34 ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν
ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. 35 ὁ δέ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.

Κομβοσχοίνι: Το «Κύριε Ιησού Χριστέ, ελέησόν με» & «Άγιε Αρσένιε, πρέσβευε υπέρ ημών»

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Τοῦ Ἁγίου Ἀρσενίου τοῦ Καππαδόκη