Εὐχὴ ἔμπροσθεν τοῦ Παναγίου Τάφου
«Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ Ἀναστὰς ἐκ νεκρῶν, πρόσδεξαι ἡμῶν τὰς εὐχὰς καὶ τὰς δεήσεις καὶ τὸ προσκύνημα κατενώπιον τοῦ Παναγίου Σου Τάφου καὶ ἀνάστησον ἡμᾶς ὁ Ἀναστὰς ἐκ νεκρῶν καὶ πᾶσι τὴν Ἀνάστασιν τὴν Σὴν χαρισάμενος καὶ πᾶσι τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν! Ἴνα γὰρ κοινωνοὺς ἡμᾶς δείξης τῆς Σῆς Ἀναστάσεως, κατήλθες ἐν τῷ Ἄδῃ! Ἴνα φώτισης τὸ σκότος ἡμῶν, κατήλθες τὸ Φῶς ἐν τῷ σκότει καὶ διέλυσας τὰ σκότη τοῦ Ἄδου, διὸ καὶ βολῖσι καὶ ἀστραπαῖς καὶ ἀκτῖσι καὶ πυρίνοις γλώσσαις τὸ Ἅγιον Φῶς τῆς Σῆς Ἀναστάσεως φωτίζει ἡμῶν τὰ σκότη καὶ ὀράται ἀπεριέργοις καὶ καθαροῖς ὀφθαλμοῖς.
Σὺ γὰρ εἴ ἡ Ἀνάστασις ἡμῶν ἐν τοῖς τοῦ βίου δεινοῖς, Σὺ εἴ τὸ Φῶς ἡμῶν πορευομένων ἐν τῷ σκότει τῆς παρούσης ζωῆς, Σὺ εἴ ἡ Ἔγερσις ἡμῶν πεσόντων παγῖσι τοῦ ἐχθροῦ τῆς σωτηρίας ἡμῶν, Σὺ εἴ ἡ Εἰρήνη ἡμῶν ἐν ἀσυμφωνίαις διακρινουμένων, Σὺ εἴ ἡ Χαρά ἡμῶν, ὄτι «χαίρετε» ἐβόησας γυναιξὶ μυροφόροις, Σὺ εἴ ὁ Ἄρτος τῆς Ζωῆς ὁ ἐκ τὸν Οὐρανοῦ καταβάς, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἀγιάζων καὶ ἐγείρων ἐκ φθοράς, Σὺ εἴ ἡ Ἀνάστασις ἡμῶν, ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σῦν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ Ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς Αἰῶνας τῶν Αἰώνων.
Ἀμήν».
Πατὴρ Μητροφάνης, Φύλαξ τοῦ Παναγίου Τάφου.