Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Πέμπτη 29 Νοεμβρίου 2012

Εὐχὴ προσευχητικὴ διὰ τὴν κρίσιν τῶν καιρῶν μας·

Εὐχὴ προσευχητικὴ διὰ τὴν κρίσιν τῶν καιρῶν μας·

Κύριε ὁ Θεός ἡμῶν, ὁ δεῖξας τὸ ἔλεός Σου ἐν πᾶσι τοῖς προσιοῦσι σοι καὶ ἐξαιτουμένοις τοῦτο, ὁ εὐμήχανος καὶ ποικίλα ἔχων τῆς σωτηρίας τὰ φάρμακα, «ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλὼν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν» (2 Κορ. 1,3), ὁ διὰ τοῦ μονογενοῦς Σου Ὑιοῦ πληροφορήσας ἡμᾶς ὄτι «οἰκτίρμων» (Λουκ.6,3) ὑπάρχεις καὶ πολυέλεος, «ὁ ἐλεὼν πᾶντας, ὄτι πᾶντα δύνασαι καὶ παρορὼν ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν» (Σοφ. Σολ.11,23), ὁ παρακινήσας τὸν προφητάνακτα Δαυΐδ εἰπεῖν· «καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης » τῇ δυνάμει σου, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, πρόσδεξαι ἐν ταύτῃ τῇ ὧρα τὴν δέησιν ἡμῶν ὑπὲρ τοῦ Ἔθνους καὶ τῆς Πατρῖδος ἡμῶν. Πᾶντες γὰρ οἱ ὀμοπάτριδες κείμεθα ἐπὶ ξυροῦ ἀκμῆς τῶν θλίψεων ὀδυνόμενοι ἐπὶ τῇ χλεύῃ καὶ καταφρονήσει τῆς φιλτάτης ἡμῶν πατρῖδος οὔ μὴν ἀλλὰ καὶ τῇ δυστυχίᾳ τῶν κατοίκων αὐτῆς. Ὄντως ἐκ τε τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἐκ τῆς ἐνεστώσης οἰκονομικῆς ἀνάγκης καὶ τῆς πνευματικῆς κρίσεως τῶν Ἐθνῶν κατέστημεν ἄνθρωποι θλίψιν μόνιμον ἔχοντες καὶ Ἔθνος ὑπὸ τῶν ἄλλων Ἐθνῶν ὀνειδιζόμενον.

Δός, οὔν, ἡμ῀ῖν, Κύριε ὁ Θεὸς ἡμῶν, ἄνεσιν βίου, πᾶντα τὰ χρειώδη τῆς καθημέραν ἐπὶ τῆς γῆς ἡμῶν διαβιώσεως, μετάνοιαν διὰ τὰς παραλείψεις καὶ ἁμαρτίας ἡμῶν, ἐλευθερίαν ἐκ τῶν πολλῶν δυσοιώνων λογισμῶν, πίστιν βεβαίαν πρός Σε, ἐλπίδα ἐπὶ τὰ βελτίω τῶν ὀχληρῶν ἡμῶν καταστάσεων, ἀκαταίσχυντον, χαρὰν ἐν ταῖς καρδίαις ἡμῶν σταθηράν. Ἐξάγαγε ἡμᾶς ἐκ τῶν λυπηρῶν ἐπὶ τὰ θυμηδέστερα, ἐκ τῶν στενωπών τῆς ἀπελπισίας εἰς τὸν δίαυλον τοῦ θάρσους, ἐκ τῆς ὀλισθηρᾶς ὁδοῦ τῆς ἀπωλείας εἰς τὴν ἀτραπόν τῆς σταθερότητος, ἐκ τῆς ἀπιστίας εἰς τὴν πίστιν, φανερὼν τοῖς πᾶσι τὸν δρόμον τῆς ἀληθινῆς ζωῆς.

Ὄτι σὺ εἴ ἡ πηγὴ τῆς ζωῆς καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί καὶ τῷ ῾Υιῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ἀμήν.