Ἠ καταίγις μέ χειμάζει τῆς ἀμαρτίας, Παρθένε, καὶ συγκλονεῖ καὶ ταράσσει τὴν ἀσθενοῦσαν ψυχήν μου.
Σπεύσον του μεὲ ἐξελέσθαι τοῦ κλύδωνος καὶ τῆς ζάλης εἰσάγουσα εἰς λιμένα, Πανάμωμε, μετανοίας.
Ρύσαι με Σύ, Θεοτόκε, τῆς πονηράς συνηθείας, στήριξον δ’ ἐπὶ πέτραν τῶν ἐντολῶν τοῦ Κυρίου, περιτρεπόμενον δόλοις παντοίοις καὶ μεθοδίαις τοῦ παλαιοῦ πτερνιστοῦ μου καὶ τὴν ζωήν μου σπιλοῦντα.
Ἀξίωσόν με, Παρθένε, Κυρίω εὐαρεστήσαι ἐν λόγοις τὲ καὶ ἒργοις καὶ άξιά μοι ποιήσαι καὶ πᾶσαν τέλος κακίαν καὶ ἀμαρτίαν μισήσαι ἀπό ψυχῆς καὶ καρδίας καὶ τέλειον ἀποπτύσαι.
Ἀμήν.