Η ΠΗΓΗ ΤΗΣ ΖΩΑΡΧΙΑΣ ΙΗΣΟΥΣ
Ἡ πηγὴ τῆς ζωαρχίας Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ
Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ
τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης ὁ σοφὸς δημιουργὸς μετοχετεύει
αὐτὴν ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ
καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν, εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν
γνώστην καὶ Θεόν, παραγενόμενον σαρκὶ διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.