Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Πέμπτη 14 Μαΐου 2015

ΠΑΡΑ ΤΟ ΦΡΕΑΡ ΧΡΙΣΤΟΣ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΝ, ΕΥΡΩΝ ΕΞΗΤΗΣΑΤΟ

ΠΑΡΑ ΤΟ ΦΡΕΑΡ ΧΡΙΣΤΟΣ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΝ, ΕΥΡΩΝ ΕΞΗΤΗΣΑΤΟ

Παρὰ τὸ φρέαρ Χριστὸς τὴν Σαμαρεῖτιν, εὑρὼν ἐξῃτήσατο, ὕδωρ πιεῖν ἐξ αὐτῆς, διψῶν τὴν ταύτης διόρθωσιν, καὶ σωτηρίαν, ὃ καὶ ἐγνώσθη ἔργοις πληρούμενον· ταύτην γὰρ ἀνέλκουσαν πόμα τοῦ ὕδατος, αὐτὸς ἀνέλκει, καὶ πόματος, πληροῖ τοῦ ζῶντος, τοῖς συμπολίταις διαγορεύουσαν, ἰδοὺ ὁ πάλαι, ἐν τῷ νόμῳ ῥηθεὶς Μεσσίας Χριστός, ἐπεφάνη ὡς ἄνθρωπος, ἐννοιῶν κεκρυμμένων, ἐκκαλύπτων τὰ ἀπόρρητα.

Ἰδοὺ Μεσσίας Χριστὸς τοῖς ἐν τῇ πόλει, ἐν γῇ πεφανέρωται, ἡ Σαμαρεῖτις φησίν, ὁ γεγραμμένος ἐλεύσεσθαι, ἐν νόμῳ πάλαι, Προφήτης μέγας, Θεὸς καὶ ἄνθρωπος, ὃς καὶ τὰ πρακτέα μοι ἐπεξηγήσατο, καὶ τὰ ἐν βάθει καρδίας μου, ἐγκεκρυμμένα, πάντα μοι εἶπεν ὡς ἐπετέλεσα. Ὅθεν ἡ πόλις συνδραμοῦσα ὁρᾷ, τοὺς λόγους αὐτῆς κατὰ πᾶν ἀληθεύοντας, καὶ τὸ πρᾶγμα θαυμάζει, καὶ πιστοῦται τῷ θεάματι.


Σὲ τὸν ἐν ἕκτῃ τῇ ὥρᾳ ὡς Δεσπότην ποτὲ πρὸς Παράδεισον περιπατοῦντα Θεόν, ἡ τῆς Προμήτορος ἔβλεψε θυγάτηρ πάλιν, ἐν ὥρᾳ ἕκτῃ οὕτω καθήμενον, ἔνθα πηγὴ ὕδατος, καὶ φρέαρ ὤρυκτο, καὶ ἐξ αὐτῆς ἐξαιτούμενον, πιεῖν ὡς ὕδωρ, αὐτὴν ποτίσῃς ζωῆς ἁλλόμενον ὃ καὶ ἐπράχθη καὶ τοῦ ὕδατος, ζωηφόρου τοῦ σοῦ ἐκροφήσασα, τοῖς ἐν πόλει κηρύττει, τὴν τοῦ νάματος δαψίλειαν.