Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 27 Απριλίου 2013

Κοντάκιον εἰς τὸν Ὂσιον καὶ Δίκαιον καὶ τετραήμερον Λάζαρον

Κοντάκιον εἰς τὸν Ὂσιον καὶ Δίκαιον καὶ τετραήμερον Λάζαρον
 
'Aγίου Ρωμανοῦ τοῦ Μελωδοῦ
 
'Ο πάντων, Χριστέ, τὴν γνώσιν ἐπιστάμενος
τὸν τάφον μαθεῖν ἠρῶτας τοῦ Λαζάρου
καὶ ἐλθών αὐτόν ἢγειρας τεταρταῖον ὂντα, παντοδύναμε,
κατοικτειρήσας ὠς εὒσπλαγχνος
Μαρίας καὶ Μάρθας τὰ δάκρυα.
Ἐπέστης ἐν τῶ τάφω τοῦ Λαζάρου, Κύριε,
καὶ τοῦτον τετραήμερον ἐκ νεκρῶν ἀνέστησας
δεσμεῦσας τὸν Ἂδην, δυνατέ∙
Μαρίας δὲ καὶ Μάρθας οἰκτείρας τὰ δάκρυα
ἐβόας πρὸς αύτάς∙
«Ἀναστήσεται καὶ στήσεται λέγων∙
‘σὺ εἰ ζωή καὶ Ἀνάστασις’».