Δέσποινα παντευλόγητε, Ὑπέραγνε
Παρθένε,
Παράδεισε πανθαύμαστε, κῆπε καλλωπισμένε,
Σὲ δυσωπῶ, Πανάχραντε, χαρίτωσον τὸν νοῦν μου,
κατεύθυνον τὰς σκέψεις μου, φώτισον τὴν ψυχήν μου.

Κόρη με ποίησον ἁγνόν, πρᾶον, σεμνόν, ἀνδρεῖον,
ἡσύχιον καὶ κόσμιον, εὐθύν, ὅσιον, θεῖον,
ἐπιεικῆ, μακρόθυμον, τῶν ἀρετῶν δοχεῖον,
ἄμεμπτον, ἀνεπίληπτον, τῶν ἀγαθῶν ταμεῖον.
Δός μοι σοφίαν, σύνεσιν καὶ μετριοφροσύνην,
φρόνησιν καὶ ἀπλότητα καὶ ταπεινοφροσύνην.
Δός μοι νηφαλιότητα, ὄμμα πεφωτισμένον,
διάνοιαν ὁλόφωτον, πνεῦμα ἐξηγνισμένον.
Ἀπέλασον τὴν οἴησιν, τὴν ὑπερηφανίαν,
τὸν τύφον, τὴν φυσίωσιν, καὶ τὴν ἀλαζονείαν,
τὴν ὕβριν, τὸ ἀγέρωχον, τὴν ὑψηλοφροσύνην,
γλῶσσαν μεγαλορρήμονα, ἰσχυρογνωμοσύνην.
Τὴν ἀστασίαν τὴν φρικτήν, τὴν περιττολογίαν,
τὴν πονηρίαν τὴν πολλήν, καὶ τὴν αἰσχρολογίαν.
Χάρισαί μοι, Πανάχραντε, τὴν ἠθικὴν ἀνδρείαν,
τὸ θάρρος, τὴν εὐστάθειαν, δός μοι τὴν καρτερίαν.
Δός μοι τὴν αὐταπάρνησιν, τὴν ἀφιλαργυρίαν,
ζῆλον μετ’ἐπιγνώσεως καὶ ἀμνησικακίαν.
Δός μοι ἀκεραιότητα, εὐγένειαν καρδίας,
πνεῦμα εὐθές, εἰρηνικόν, καὶ πνεῦμα ἀληθείας.
Φυγάδευσον, Πανάχραντε, τὰ πάθη τῆς καρδίας,
τὰ πολυώνυμα, Ἀγνή, τῆς ἠθικῆς δειλίας.
Τὴν ἀναδρίαν τὴν αισχράν, τὸ θράσος, τὴν δειλίαν,
τὴν ἀτολμίαν τὴν δεινὴν καὶ τὴν ἀπελπισίαν.
Ἄρον μοι, Κόρη, τὸν θυμὸν καὶ πᾶσαν ῥαθυμίαν,
τὴν ἀθυμίαν, τὴν ὀργήν, ὡς καὶ τὴν ὀκνηρίαν.
Τὸν φθόνον, τὴν ἐμπάθειαν, τὸ μῖσος, τὴν κακίαν,
τὴν μῆνιν, τὴν ἐκδίκησιν καὶ τὴν μνησικακίαν.
Τὴν ἔριδα τὴν εὐτελὴ καὶ τὴν πολυλογίαν,
τὴν γλωσσαλγίαν τὴν δεινὴν καὶ τὴν βωμολοχίαν.
Δός μοι, Παρθένε, αἴσθησιν, δός μοι εὐαισθησίαν.
Δός μοι συναίσθησιν πολλὴν καὶ εὐσυνειδησίαν.
Δός μοι, Παρθένε, τὴν χαρὰν Πνεύματος τοῦ Ἁγίου.
Δός μοι εἰρήνην τῇ ψυχῇ, εἰρήνην τοῦ Κυρίου.
Δός μοι ἀγάπην, ἔρωτα θεῖον, ἐξηγηγνισμένον,
πολύν, θερμὸν καὶ καθαρὸν καὶ ἐξηγιασμένον.
Δός πίστιν ζῶσαν, ἐνεργόν, θερμήν, ἀγνήν, ἁγίαν,
ἐλπίδα ἀδιάσειστον, βεβαίαν καὶ ὁσίαν.
Ἄρον ἀπ’ἐμοῦ, Παρθένε, τὸν κλοιὸν τῆς ἁμαρτίας,
τὴν ἀμέλειαν, τὴν μέθην, τὴν ἀνελεημοσύνην,
τὰς κακὰς ἐπιθυμίας, τὴν δεινὴν ἀκολασίαν,
γέλωτας τῆς ἀσελγείας και τὴν πᾶσαν κακουργίαν.
Σωφροσύνην δός μοι, Κόρη, δός ἐγκράτειαν, νηστείαν,
προσοχὴν καὶ ἀγρυπνίαν καὶ ὑπακοὴν τελείαν.
Δός μοι προσοχὴν ἐν πᾶσι καὶ διάκρισιν ὀξείαν,
σιωπὴν καὶ εὐκοσμίαν, καὶ ὑπομονὴν ὁσίαν.
Ἐπιμέλειαν παράσχου, Δέσποινα, πρὸς ἐργασίαν,
πρὸς τελείωσιν καὶ ζῆλον ἀρετῶν πρὸς γυμνασίαν.
Τὴν ψυχήν μου, τὴν καρδίαν καὶ τὸν νοῦν μου, Παναγία, τήρει ἐν ἁγιωσύνῃ, φύλαττε ἐν παρθενίᾳ.