ΠΑΤΕΡ ΑΓΑΘΕ
Πάτερ
ἀγαθέ, πάντων ὧν μοι δέδωκας, ἐγύμνωσέ με ἡ ἀφροσύνη, ἐμακρύνθην ἀπὸ
σοῦ, καὶ ἐδούλευσα ξένῳ πολίτῃ, ζῷα μοχθηρὰ ἐβόσκησα, καὶ τῆς αὐτῶν
τροφῆς οὐκ ἐνεπλησκόμην· διὸ ἕδραμον πρὸς σέ, γινώσκων σου τὴν
εὐσπλαγχνίαν. Σκέπασόν μου τὴν γύμνωσιν, τῇ φιλανθρωπίᾳ σου καὶ σῶσόν
με.