'Υμνολογικὴ ἀνθοδέσμη στὴν Παναγίαν τὴν «Γερόντισσα»
Προσόμοια . Ἦχος δ ΄. Ἔδωκας σημείωσιν.
Εδωκε Πανάμωμε, ἡ Σὴ Εἰκὼν ἡ Ὑπέρτιμος, ἐπινεύσει Σου Δέσποινα, φωνὴν ἐπιτάττουσαν, ταχέως τελέσαι, τὴν Ἱερουργίαν, τῷ Ἱερεῖ πρὸς μετοχήν, τῶν Μυστηρίων ὑπὸ τοῦ Γέροντος, ἐκ τούτου δὲ Γερόντισσαν, ταύτην Ἁγνὴ ὀνομάζομεν, καὶ ᾠδὴν χαριστήριον, τῇ Σῇ δόξῃ προσάγομεν.
Ενδον Κόρη μένουσα, ἐπὶ πολλὰ ἔτη ἄγνωστος, ἡ Εἰκών Σου τοῦ φρέατος, ἣν πάλαι ὁ βάρβαρος, ἔρριψεν ἀφρόνως, καὶ δικαία κρίσει, τιμωρηθεὶς ὁ δυσσεβής, ταύτην ἐγνώρισε τοῖς προσήκουσιν, ἣν πίστει ἀνελκύσαντες, χαρᾶς πολλῆς ἐπληρώθησαν, οἱ δοξάζοντες Ἄχραντε, τὰ πολλὰ μεγαλεῖά Σου.
Εχοντες τὴν χάριν Σου, τὴν προϊοῦσαν ἑκάστοτε, ἐκ τοῦ Σου Ἐκτυπώματος, τῇ ἐπισκιάσει Σου, ὡς χαρᾶς αἰτίαν, καὶ ὡς θυμηδίας, πρόξενον Κόρη ἀληθῶς, ἀνακηρύττομεν τὰ Σὰ θαύματα, καὶ Ἑορτὴν χαρμόσυνον, ἐπιτελοῦμέν Σοι Δέσποινα, τὴν θερμὴν Σου βοήθειαν, μυστικῶς ἐκδεχόμενοι.
Kαθίσματα.Μετὰ τὴν α΄. Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄ . Τὸν τάφον σου Σωτήρ.
Εξ ὕψους ἐφ’ ἡμᾶς, μητρικῇ συμπαθείᾳ, ἐπίβλεπε ἀεί, καὶ τῆς Σῆς βοηθείας, χορήγει τὴν ἐνέργειαν, καὶ τὴν χάριν τὴν ἄφθονον, τοῖς προσπίπτουσι, τῇ Ἱερᾷ Σοῦ Εἰκόνι, Κόρη Ἄχραντε, Εὐλογημένη Μαρία, καὶ Σὲ μεγαλύνουσι.
Μετὰ τὴν β ΄Στιχολογίαν, Κάθισμα.
Ἦχος δ ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ο ἀσεβῶς διατεθεὶς Θεοτόκε, καὶ πονηρὰ κατὰ τῆς Σῆς μελετήσας, θαυματουργοῦ Εἰκόνος Κόρη βάρβαρος, τυφλωθεὶς πεπείραται, τῆς ἐν ταύτῃ σκηνούσης, χάριτός Σου Δέσποινα, καὶ δυνάμεως θείας, δι’ ἧς λυτροῦσαι πάσης ἀπειλῆς, τοὺς τὴν Σὴν κλῆσιν, φωνοῦντας ἐκ πίστεως.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ ΄. Τὴν ὡραιότητα.
Ελαιον ἄφθονον, Παρθένε δέδωκας, καὶ τὰ κενὰ τὸ πρίν, δοχεῖα ἔπλησας, θαυματουργούσης ἀληθῶς, Εἰκόνος Σου τῆς Ἁγίας. Ὅθεν ὡς Γερόντισσα, καὶ προστάτις καὶ ἔφορος, δίδου ἡμῖν πάντοτε, τὰ γλυκύῤῥοα νάματα, τῶν θείων οἰκτιρμῶν τοῦ Υἱοῦ Σου, καὶ τοῦ ἐλέους Θεοτόκε.
Ἀπολυτίκιον.Ἦχος δ ΄. Ταχὺ προκατάλαβε.
Ως Μήτηρ φιλεύσπλαγχνος, Χριστοῦ τοῦ πάντων Θεοῦ, Γερόντισσα πέφηνας, ἐν συμπαθείᾳ πολλῇ, ἡμῶν Ἀειπάρθενε. Ὅθεν ὑπὸ τὴν σκέπην τῆς θερμῆς σου πρεσβείας, σπεύδοντες καθ’ ἑκάστην, εὐλαβῶς Σοι βοῶμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σου.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.