ΣΕ ΝΟΗΤΗΝ ΘΕΟΤΟΚΕ ΚΑΜΙΝΟΝ
Σὲ
νοητὴν Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε
τρεῖς, ὁ ὑπερυψούμενος, κόσμον ἀνεκαίνισεν ἐν τῇ γαστρί σου ὁλόκληρον, ὁ
αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἀποσκοπῶν εἰς τὸν μόνον Κύριον, σῴζειν δυνάμενον σοφέ, οὐκ ἐφλέχθης προσομιλῶν, πίσσης πυρακτώσεσι, δρόσον θείας χάριτος, ὦ Ἰωνᾶ κομιζόμενος, ὥσπερ οἱ τρεῖς νεανίαι ποτέ· ὅθεν ὑμνοῦμέν σε.
Ῥώμῃ Θεοῦ, Ἰωνᾶ ῥωννύμενος, ἤνεγκας βάσανα πικρά, Ἡσαΐας δὲ ὡς τὸ πρίν, ἔχαιρες πριζόμενος, τέλος τὸ μακάριον, ἀναβοῶν καὶ δεχόμενος· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾌδει τὰ σά, Μάρτυς προτερήματα, ἡ Ἐκκλησία τοῦ Θεοῦ, μεγαλύνουσα τοὺς μακρούς, ἄθλους οὓς ὑπήνεγκας, θάνατον τὸν τίμιον, καὶ προσκυνεῖ τῶν λειψάνων νῦν, τὴν σορὸν ἐξ ἧς βρύει, ἡμῖν ψυχῶν ἰάματα.
Σὺ ἀνδρικῶς, Μάρτυς Βαραχήσιε, καταπατῶν τοῦ πονηροῦ, ἀκανθώδεις ἐπιβουλάς, ἔφερες συρόμενος, καὶ κατακεντούμενος, τοῖς ἀκανθώδεσι βέλεσι, τὸν αἰνετὸν ἀναμέλπων, Θεὸν τὸν ὑπερένδοξον.