Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ
Γερόντισσα Μελάνη Μακρυγιάννη
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη
ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ
θαύματος. Τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν
ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ,
ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν
ἄφθορος, ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.