ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
(Τοῦ Μητροπολίτου Ροστοβίας Δημητρίου - τοῦ Ρώσου νεοφανοῦς Ἀγίου καὶ θαυματουργοῦ, τὴν ὀποίαν ἒλεγε καθημερινῶς).
'Υπεραγία Θεοτόκε Παρθένε, σκέπε με, και διαφύλαττε τὸν δοῦλον σου ἀπὸ παντὸς κακοῦ ψυχῆς τε καὶ σώματος, καὶ ἀπὸ παντὸς ἐχθροῦ ὀρατοῦ καὶ ἀοράτου.
Χαῖρε κεχαριτωμένη Μαρία, ὀ Κύριος μετά σου. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὀ καρπὸς τῆς κοιλίας σου, ὂτι Σωτῆρα ἒτεκες τῶν ψυχῶν ἠμῶν.
Χαῖρε καὶ εύφραίνου, Θεοτόκε Παρθένε, καὶ πρέσβευε ὐπέρ τοῦ δούλου σου Κυρία καὶ Δέσποινα τῶν Ἀγγέλων καὶ Μῆτηρ τῶν Χριστιανῶν, βοήθησόν μοι τῶ δούλω σου.
'Ὠ Μαρία παναμώμητε, χαῖρε νύμφη ἀνύμφευτε, χαῖρε ή χαρά τῶν θλιβομένων καὶ ἠ παραμυθία τῶν λυπουμένων.
Χαῖρε ἠ τροφή τῶν πεινώντων καὶ ὀ λιμὴν τῶν χειμαζομένων, χαῖρε τῶν ἀγίων ἀγιωτέρα καὶ πάσης κτίσεως τιμιωτέρα, χαῖρε τοῦ Πατρός ἀγίασμα, τοῦ 'Υιοῦ τὸ σκήνωμα, καὶ τοῦ Ἀγίου Πνεύματος τὸ ἐπισκίασμα.
Χαῖρε τοῦ πάντων Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἠμῶν τὸ τερπνὸν παλάτιον, χαῖρε ἠ Μῆτηρ τῶν ὀρφανῶν καὶ ἠ βακτηρία τῶν τυφλῶν, χαῖρε τὸ καύχημα τῶν χριστιανῶν καὶ τῶν προσκαλουμένων σε ὀ ἒτοιμος βοηθός.
Παναγία Δέσποινά μου, φύλαξόν με υπό την σκέπην σου, ότι εις τας παναχράντους χείρας σου παρατίθημι το πνεύμα μου.
Γενοῦ βοηθός καὶ σκέπη τῆς ψυχής μου ἐν τῆ φοβερᾶ ἠμέρα τῆς κρίσεως, καὶ πρέσβευε ὐπέρ ἐμοῦ τοῦ ἀναξίου ἲνα εἰσέλθω καθαρὸς καὶ ἀγνός εἰς τὸν Παράδεισον.
Μὴ ἀπορρίψης με, Κυρία μου, τὸν δούλον σου, ἀλλά βοήθησόν μοι, καὶ δὸς μοι τὸ συμφέρον τῆς αἰτήσεως. Λύτρωσαί με παντός κινδύνου, ἐπιβουλῆς, ἀνάγκης καὶ ἀσθενείας, καὶ δώρησαί μοι πρὸ τοῦ τέλους μετάνοιαν, ἲνα σωζόμενος τῆ μεσιτεία καὶ βοηθεία σου, ἐν μὲν τῶ παρόντι βίω ἀπὸ παντὸς ἐχθρού ὀρατοῦ και ἀοράτου, πορευόμενος θεαρέστως ἐν τοῖς θελήμασι τοῦ ἀγαπητοῦ σου 'Υιοῦ καὶ Θεοῦ ἠμῶν, ἐν δὲ τῆ φοβερᾶ ήμέρα τῆς κρίσεως ἀπό τῆς αἰωνίου καὶ φοβερᾶς κολάσεως προσκυνῶ, ευχαριστῶ και δοξάζω τὸ πανάγιόν σου ὂνομα εἰς τοὺς αἰῶνας τῶν αἰῶνων.
Ἀμήν.