Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 12 Ιουλίου 2014

Προσευχή διὰ βοήθειαν εἰς τὴν Παναγίαν μας

Προσευχή διὰ βοήθειαν εἰς τὴν Παναγίαν μας



      
Σὺ βοηθὸς ἁμαρτωλῶν, παράκλησις πασχόντων, Σὺ ὀρφανῶν ἀντίληψις, ἐνίσχυσις καμνόντων. Χειμαζομένων εἰ λιμήν, πτωχῶν παρηγορία, ἀβοηθήτων δύναμις, χηρῶν παραμυθία. Σὺ εὐσεβῶν τὸ στήριγμα, ἐλπὶς ἀπηλπισμένων, τῶν ἐναθλούντων ἔρεισμα, χαρὰ τῶν τεθλιμμένων.

Σὺ σκέπη καὶ ἀντίληψις τῶν Σοὶ καταφευγόντων, Σὺ εἰ στερέωμα πιστῶν, ῥύστις κινδυνευόντων. Σὴν κραταιὰν ἀντίληψιν παράσχου μοι, Κυρία, ἐπὶ τὴν Σὴν ἐνίσχυσιν θαρρῶ, ὦ Παναγία.

Σὺ σκέπε, φρούρει, φύλαττε, ἀπὸ παντὸς κινδύνου, Σὺ τῶν παγίδων ῥῦσαί με τοῦ δυσμενοῦς ἐκείνου. Σὺ μοὶ γενοῦ βοήθεια, σθένος καὶ προστασία, Σὺ μοι, Παρθένε, ἄχραντε, γενοῦ μοι σωτηρία.

Σὲ δυσωπῶ μεσίτευσον πρὸς λύσιν ὀφλημάτων τῷ Σῷ Υἱῷ καὶ ἄφεσιν πολλῶν πλημμελημάτων, Κόρη σεμνή, Βασίλισσα, κόσμου ἡ σωτηρία. Σὺ ἔσο μοι παράκλησις, χαρά, παραμυθία, ἵνα ἀπαύστως ἐν χαρᾷ ὑμνῶ τὸ ὄνομά Σου, καὶ ψάλλων μεγαλύνω Σε καὶ τὰ θαυμάσιά Σου.

Ἀμήν.