Σήμερον γεννᾶται ἐκ Παρθένου ...
Σήμερον γεννᾶται ἐκ Παρθένου,
ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν
Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ
ἀναφής.Θεὸς ἐν φάτνῃ ἀνακλίνεται,
ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ’ ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ
Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.