Παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει ...
Ἐξαποστειλάρια. Ήχος γ'.
Ἀπόστολοι ἐκ περάτων,
συναθροισθέντες ἐνθάδε,
Γεσθημανῇ τῷ χωρίῳ,
κηδεύσατέ μου τὸ σῶμα∙
καὶ σὺ Υἱέ και Θεέ μου,
παράλαβέ μου τὸ πνεῦμα.
Ἀπόστολοι ἐκ περάτων,
συναθροισθέντες ἐνθάδε,
Γεσθημανῇ τῷ χωρίῳ,
κηδεύσατέ μου τὸ σῶμα∙
καὶ σὺ Υἱέ και Θεέ μου,
παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν ἀγγέλων,
τῶν θλιβομένων ἡ χαρά,
Χριστιανῶν ἡ προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι,
τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω,
πρὸς τὸν φιλάνθρωπον Θεόν,
μὴ μοῦ ἐλέγξῃ τὰς πράξεις,
ενώπιον τῶν Ἀγγέλων∙
παρακαλῶ σε, Παρθένε,
βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε,
καὶ δωδεκάτειχε πόλις,
ἡλιοστάλαχτε θρόνε,
καθέδρα τοῦ Βασιλέως,
ἀκατανόητον θαῦμα∙
πῶς γαλουχεῖς τὸν Δεσπότην;
Ἐπιθυμῶ Παναγία ,
τὰ κάλλη τοῦ Παραδείσου,
τὸν μυρισμὸν καὶ τὰ ἄνθη,
καὶ τὴν τερπνὴν εὐωδίαν,
καὶ τὰς ὡδὰς τῶν Ἀγγέλων,
ὅταν ὑμνοῦν τὸν Υἱόν Σου.
Χριστιανῶν ἡ προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι,
τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω,
πρὸς τὸν φιλάνθρωπον Θεόν,
μὴ μοῦ ἐλέγξῃ τὰς πράξεις,
ενώπιον τῶν Ἀγγέλων∙
παρακαλῶ σε, Παρθένε,
βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε,
καὶ δωδεκάτειχε πόλις,
ἡλιοστάλαχτε θρόνε,
καθέδρα τοῦ Βασιλέως,
ἀκατανόητον θαῦμα∙
πῶς γαλουχεῖς τὸν Δεσπότην;
Ἐπιθυμῶ Παναγία ,
τὰ κάλλη τοῦ Παραδείσου,
τὸν μυρισμὸν καὶ τὰ ἄνθη,
καὶ τὴν τερπνὴν εὐωδίαν,
καὶ τὰς ὡδὰς τῶν Ἀγγέλων,
ὅταν ὑμνοῦν τὸν Υἱόν Σου.