Ψυχῆς Κατανενυγμένης Ἱκέσιος Δέησις
Πρὸς τὴν Ὑπεραγίαν Θεοτόκον
ΔΕΣΠΟΙΝΑ Μῆτερ,
ἁμαρτωλῶν ἡ Προστάτης·
Καταφυγή
τε καὶ σκέπη τῶν ἐπὶ σὲ πεποιθότων·
Λιμὴν
τῶν χειμαζομένων ἐν τῶ τοῦ βίου πελάγει·
Καὶ
ἄγκυρα τῶν ἐν ζάλαις, καὶ ῥύστης τῶν ἐν κινδύνοις.
Ἐκ
βάθους μου τῆς καρδίας, ψυχῆς τε συντετριμένης,
Ἐν
ταπεινώσει, καὶ θλίψει, καὶ στεναγμοῖς, καὶ δακρύοις,
Πρὸς
Σὲ τὴν μόνην ἐλπίδα ὁ ἄθλιος καταφεύγω.
Καὶ
Σὲ μεσίτην αἱροῦμαι πρὸς τὸν Υἱόν σου καὶ κτίστην.
Σὺ
μοι γενοῦ προστασία, μὴ δὴ μ' ἐάσῃς ὀλέσθαι·
Ἱλέωσαι
τὸν Υἱόν σου τὸν ἐπ' ἐμοὶ ὀργισθέντα·
Τὴν
ἀγανάκτησιν παῦσον, ἥν ἔχει πρός με διακαίως,
Ἐφ'
οἶς ἐξήμαρτον (τάλας !), ἐφ' οἶς παρώξυνα τοῦτον.
Ἅπαν
ἀθέμιτον ἔργον ἐτόλμησα ἐν τῷ βίῳ·
καὶ
λογισμοῖς τε, καὶ λόγοις, καὶ πράξεσιν ἀκαθάρτοις,
Ἐμόλυνά
μου τὸ Πνεῦμα, καὶ ὅλως κατεῥῥυπώθην·
Ἠμαύρωσά
μου τὸ κάλλος, κατήσχυνα τὴν εἰκόνα.
Φεῦ
! καὶ κρουνοὶ τῶν ὀμμάτων ἐν ὀχετοῖς τῶν
δακρύων,
Κἂν
ῥέωσιν ἀεννάως, ὡς ποταμοί τε καὶ κρῆναι,`
Τὸ
δυσαπόνιπτον αἶσχος τῆς μιανθείσης ψυχῆς μου,
Πῶς
ἀποσμήξουσιν ἆρα; Πῶς ἐξουσιν ἀποπλῦναι;
Οἶμοι
! κατάκριτος κεῖμαι, τὸν Δικαστὴν παροργίσας·
Οἶμοι
!τὴν γέεναν τρέμω, καὶ τὰς ποινὰς τὰς μελλούσας.
Τίς
μὲ τὸν δείλαιον σώσει τῆς φοβερᾶς καταδίκης;
Οὐδείς,
πλὴν Σοῦ Παναγία· ΔΕΣΠΟΙΝΑ, σῶσον ἡμᾶς.