ΑΣΜΕΝΩΣ ΛΑΟΙ, ΤΗΝ ΝΗΣΤΕΙΑ
Ἀσμένως
λαοί, τὴν Νηστείαν ἀσπασώμεθα·
ἔφθασε γὰρ τῶν πνευματικῶν ἀγώνων ἡ
ἀρχή,
ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν,
αὐξήσωμεν τῆς ψυχῆς τὰ
χαρίσματα,
συγκακοπαθήσωμεν ὡς δοῦλοι Χριστοῦ,
ἵνα καὶ συνδοξασθῶμεν ὡς
τέκνα Θεοῦ,
καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν οἰκῆσαν,
φωτίσῃ τὰς ψυχὰς
ἡμῶν.