Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς
τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν
Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον
σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν
πόλεων.
Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις
Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε.
Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.
Ἀΰπνου
δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ οὔσῃ ἐν Βλαχέρναις,
ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος
καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατο,
ὡς ἡ προθυμία τόνον ἐδίδου,ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως
πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ
ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα,παραγενομένην ἐν
γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν
καὶ ὁ τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν
χειροκρατοῦντες αὐτῆς, καὶ ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς‧
οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε
πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς τὸν Ἐπιφάνιον λέγων‧ Ὁρᾷς τὴν
Κυρίαν καὶΔέσποιναν τοῦ κόσμου; Ὁ δὲ φησίν‧ Ναί, Πάτερ μου πνευματικέ.
Καὶ τούτων ὁρώντων, κλίνασα τὰ γόνατα αὐτῆς ἐπὶ πολλὴν ὥραν προσηύχετο,δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ δὲ τὸπροσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦπεριεστῶτος λαοῦ. Ὅτε οὖν ἁπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τῇ ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν ὑπάρχον, ἐπάνω παντὸς τοῦ ἐκείσε ἑστῶτος λαοῦδιεπέτασεν‧ ὅπερ ἐπὶ ἱκανὰς ὥρας ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς ἤλεκτρον. Μέχρις οὖν ἦν ἐκεῖ ἡ ὑπεραγία Θεοτόκος, ἐβλέπετο κἀκεῖνο‧ μετὰ δὲ τὸ ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο‧ πάντως γὰρ ἦρεν αὐτὸ μεθ' ἑαυτῆς, τὴν δὲ χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.
Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον καὶδιαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τάς
ψυχὰς ἡμῶν.Ἀμήν.