Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 28 Νοεμβρίου 2015

ΔΕΗΣΙΣ ΕΠΙΚΡΑΤΗΣΕΩΣ ΤΗΣ ΕΙΡΗΝΗΣ ΕΙΣ ΤΟΝ ΚΟΣΜΟΝ



 
ΔΕΗΣΙΣ ΕΠΙΚΡΑΤΗΣΕΩΣ ΤΗΣ ΕΙΡΗΝΗΣ ΕΙΣ ΤΟΝ ΚΟΣΜΟΝ

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς καὶ Ἄρχον τῆς Εἰρήνης, εἰρήνευσον ἡμῶν τὴν ζωήν, λύτρωσαι ἡμᾶς καὶ τὸν κόσμον Σου ἀπὸ πάσης ἀπειλῆς ἐναντίας καὶ δίδαξον τοῖς ἡγέταις τῶν ἐθνῶν ἐν εἰρήνῃ ἐπιλύειν τὰς διαφορὰς αὐτῶν καὶ ἐν παντὶ εἰρηνεύειν.

Ἐξαπόστειλον περιστεράν, κλάδον ἐλαίας ἐχουσαν, καταλλαγῆς σύμβολον, δώρησαι δὲ ἐπὶ τοὺς ἡγήτορας τῶν ἐθνῶν τὸν θεῖον φωτεισμὸν καὶ λάλησον ἀγαθὰ εἰς τὰς καρδίας αὐτῶν, ἵνα εἰκρατήσει ἡ ἄνωθεν εἰρήνη, ἡ πάντα νοῦν ὑπερέχουσα, εἰς σύμπασαν τὴν ὑπ' οὐρανὸν οἰκοψμένην, ἐξαιρέτως δὲ εἰς τὴν πολυπαθῇ περιοχὴν τῆς Ἐγγὺς καὶ Μέσης Ἀνατολῆς, ἵνα πάντες ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.