Εὐχὴ ἐξομολογητικὴ εἰς τὸν Κύριον καὶ εἰς πάντας τοὺς ἁγίους
Ἁγίου
Νικοδήμου τοῦ Ἁγιορείτου
Κύριέ μου Κύριε, γλυκύτατέ μου Ἰησοῦ
Χριστέ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, ἡ τοῦ ἐλέους ἄβυσσος, ὁ μετανοῶν ἐπί κακίαις
ἀνθρώπων· ἐμὲ μετανοοῦν τα ἀρτίως καὶ πίστει προσερχόμενον ὑπόδεξαι, καὶ
ἐλέησόν με τὸν ἁμαρτωλόν, τὸν ἄσωτον, τὸν παμβέβηλον, τὸν πανάθλιον, τὸν
βλάσφημον, τὸν ἐπίορκον, τὸν ψεύστην, τὸν λοίδορον, τὸν ὑβριστήν, τὸν κατά
λαλον, τὸν ὀργίλον, τὸν μνησίκακον, τὸν φθονερόν, τὸν σκανδαλοποιόν, τὸν
ἄσπλαγχνον, τὸν ἀνελεήμονα, τὸν φιλοκτήμονα, τὸν φιλόδοξον, τὸν φι λήδονον, τὸν
γαστρίμαργον, τὸν μέθυσον, τὸν ῥᾴθυμον, τὸν γελωτοποιόν, τὸν μετεωριστήν, τὸν
κενόδοξον, τὸν ὑπερήφανον, τὸν καταφρονητὴν τῶν θείων σου ἐντολῶν· καὶ μὴ διὰ
τὸ πλῆθος τῶν τοσούτων μου ἐγκλημάτων, τῷ πλήθει ὑποβάλῃς με τῶν κολάσεων.
Ἀλλά, σὺ Κύριε
Ἰησοῦ ὁ Θεός μου, ὁ μακρόθυμος καὶ οἰκτίρμων, οἰκτείρη σον τὴν ἐμὴν
καρδίαν, τὴν συντετριμμένην ταῖς ἁμαρτίαις, καὶ κατακεκριμένην ὑπὸ τοῦ
συνειδότος διὰτὸ μὴ φυλάξαι τὰςἱερὰς συνθήκαςτοῦ ἁγίου Βαπτίσματος. Καὶ νῦν διὰ
τὰς ταύτας ὑποσχέσεις στενάζω, καὶ ὀδύρομαι, ἐλεηθῆναι δωρεάν, καὶ μόνῃ τῇ σῇ
χρηστότητι συγχωρηθῆναι δεόμενος, καί τῶν κολάσεων ἐλευθερωθῆναι ἐν τῇ φοβερᾷ
ἡμέρᾳ τῆς κρίσεως. Ναί, Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, σῶσόν με τὸν
ἀπεγνωσμένον, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς ἐλπίδος καὶ προσδοκίας μου.
Οἰκτείρησόν με τὸν τοὺς οἰκτιρμούς σου ἐπι καλούμενον, καθάρισόν με τὸν
ἐσπιλωμένον, λεύκανον τὸν ῥυπωθέντα μου χιτῶνα, καὶ διάσωσόν με τὸν ἄσωτον· μὴ
κατακρίνῃς με τὸν κατακεκριμένον, μὴ παραδῶς τοῖς νοητοῖς θηρίοις ψυχὴν
ἐπικαλουμένην σε, μὴ τῇ φλογὶ τῆς γεέννης καταδικάσῃς με, διὰ τὴν παράβασιν τῶν
ὑποσχέσεων καὶ ἱερῶν συνθηκῶν τοῦ ἁγίου Βαπτίσμα τος. Κύριέ μου, Κύριε,
γλυκύτατέ μου Ἰησοῦ, ὁ μακρόθυμος καὶ ἀνεξίκακος, καὶ ἀμεταμέλητος ἐν τοῖς
χαρίσμασιν, ὁ ὁδηγήσας με ἀπὸ τῆς σήμερον εἰλικρινῶς σοι λατρεῦσαι ἐν ἀγαθοῖς
ἔργοις, πρὸς τὸ ποιῆσαί τινα καρπὸν τῆς μετανοίας ἐπάξιον, καὶ διατηρῆσαι ὁσίως
τὸ τῆς μοναδικῆς πολιτείας ἐπάγγελμα, καὶ ἐκπληρῶσαι τὰς ἱερὰς συνθήκας,
ἀμώμους καὶ ὁλοκλήρους. Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, παντοκράτορ,
μεγαλοδύναμε, κραταιέ· ἐμφύτευσον τῇ καρδίᾳ μου τὸν φόβον σου, καὶ τὴν ἀγάπην
τῶν νόμων σου. Τὸν νοῦν μου καταύγασον ταῖς ἀκτῖσι τῶν χαρισμάτων σου, τὰς
αἰσθήσεις μου τῷ λόγῳ σου ὑπόταξον, τὴν θέλησίν μου πρὸς σὲ τὸ μόνον ἀληθινὸν
ἐφετὸν ἐπί στρεψον, τὴν γλῶσσάν μου παιδαγώγησον, ἵνα λέγῃ καθ’ ἑκάστην, Κύριε, Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, διὰ τῆς μακαρίας,
ἀειπαρθένου Θεοτόκου, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ σῶσόν με. Κύριε, διὰ τοῦ τιμίου σου καὶ ζωοποιοῦ Σταυροῦ φύλαξόν με. Κύριε, διὰ τῶν
ἁγίων σου ἀγγέλων τείχισόν με. Κύριε, διὰ τῶν ἁγίων σου πάν των κατάπεμψον ἐπ’
ἐμὲ τὸ μέγα σου ἔλεος, καὶ δωρεὰν σῶσόν με τὸν ὠνητὸν τῷ ὑπερτίμῳ σου αἵματι.
Τὰς πολυχρονίους τῶν ἁμαρτιῶν μου κηλῖδας ἐξάλειψον, τὰ τῆς λαγνείας καί πονηρίας
πνεύματα ἀπ’ ἐμοῦ ἀποδίωξον, τῶν τοῦ παρόντος αἰῶνος προσπαθειῶν με ἀπάλλαξον,
ὅλον με πρὸς τὴν ἀγάπην τῆς ἀϊδιότητος ἕλκυσον, καὶ τὴν στενὴν καὶ τε θλιμμένην
ὁδὸν ὁδεύειν ἐνίσχυσον, μέχρι τῆς ἐσχάτης μου ἡμέρας καὶ ὥρας καὶ ἀναπνοῆς,
ὅπως ἀγγέλοις ἀγαθοῖς τὴν ψυχήν μου ἀναθῶ, καὶ τῶν τελωνίων τοῦ ἀέρος
ἐλευθερωθῶ, καὶ τοῖς ἀπ’ αἰῶνος ἁγίοις συναριθμηθῶ, καὶ τῶν αἰωνίων ἀγαθῶν
καταξιωθῶ.
Εὐσπλαγχνικωτάτη
τοῦ γλυκυτάτου μου Ἰησοῦ Μήτηρ, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ
ἀθλίου καὶ ἁμαρτωλοῦ, ἵνα εἰσακούσῃ μου τῆς πενιχρᾶς δεήσεως ὁ Υἱὸς καὶ Θεός
σου. Σταυρὲ πανσεβάσμιε, τὸ ὅπλον τῆς σωτηρίας ἡμῶν, τῆς ἡμετέρας σωτηρίας τὸ
σύμβολον· ἀποδίωξον ἀπ’ ἐμοῦ πάντα πονηρὸν λογισμόν, καὶ πᾶσαν ἐπιβουλὴν τῆς
τοῦ ἀντικειμένου δυνάμεως, διὰ δαιμόνων καὶ ἀνθρώπων ἐνεργουμένην.
Παμμέγιστοι Ταξιάρχαι, Μιχαὴλ καὶ Γαβριήλ, ἐγγυηταί μου καὶ ῥῦσται, ἅγιε ἅγγελε, φρουρέ μου καὶ φύλαξ, καὶ πάντες ἅγιοι ἄγγελοι τοῦ Θεοῦ, ὁδηγεῖτέ με εἰς τὸ πανάγιον τοῦ Θεού θέλημα, ἀντιλαμβάνεσθέ μου τῆς ἀσθενείας, ἣν καὶ σώματι καὶ γνώμη περίκειμαι· φυλάττετέ με ἐκ τῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ, καὶ πρεσβεύσατε τῷ ἐλεήμονι δημιουργῷ, ἵνα ἐλεήσῃ με τὸν παραβάτην τῶν ἁγίων αὐτοῦ ἐντολῶν, καὶ ἐν εἰρήνῃ ψυχῆς καὶ μετανοίᾳ ἀληθινῇ δώη μοι πολιτεύεσθαι μέχρι τοῦ τῆς ζωῆς μου τέλους. Καὶ ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς μου ἀπὸ τοῦ σώματος, παράστητέ μοι ἐγγύθεν παρήγοροι, περιθάλποντες, περιφρουροῦντες καὶ πληροφοροῦντές μοι τὴν ἀπαλλαγὴν τῶν ὑπὸ γῆν κολαστηρίων, διὰ μόνην τὴν τοῦ Θεοῦ ἐλεημοσύνην.
Ἅγιε ἔνδοξε Ἰωάννη, προφῆτα καὶ Πρόδρομε καί Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι ἔνδοξοι Θεοκήρυκες καὶ πρωτοκορυφαῖοι Ἀπόστολοι, Πέτρε, Παῦλε,Ἰωάννη Θεολόγε, σὺν τοῖς λοιποῖς Εὐαγγελισταῖς καὶ Ἀποστόλοις, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι
καὶ δίκαιοι Θεοπάτορες Ἰωακεὶμ καὶ Ἄννα, Ἰωσὴφ μνήστωρ καὶ
Συμεὼν Θεοδόχε, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι πατέρες, ποιμένες, καὶ διδάσκαλοι τῆς οἰκουμένης, Κύριλλε, Νικόλαε, Σπυρίδων καὶ πάντες ἅγιοι ἱεράρχαι, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι ἱερομάρτυρες, ὁσιο μάρτυρες καὶ ὁμολογηταί, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἅγιοι μεγαλομάρτυρες, Δημήτριε, Γεώργιε, Θεό δωρε, Ἀρτέμιε, Προκόπιε, οἱ τεσσαράκοντα καὶ πάντες ἅγιοι μάρτυρες, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι ἀνάργυροι καὶ θαυματουργοί, Κοσμᾶ καὶ Δαμιανέ, Κῦρε καὶ Ἰωάννη, Παντελῆμον καὶ Ἑρμόλαε καὶ οἱ λοιποί, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ὅσιοι θεοφόροι πατέρες Ἀντώνιε, Παῦ λε, Εὐθύμιε, Σάββα, Ἀρσένιε, Ὀνούφριε, Παχώμιε, Θεοδόσιε,Ἐφραίμ, Ἰωάννη Δαμασκηνέ, Ἰωάννη τῆς Κλίμακος, Πέτρε, Ἀθανάσιε, ὅσιε Νικηφόρε καὶ πάντες ὅσιοι πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ὁσία Μαρία Αἰγυπτία καὶ ὅσαι τῶν τιμίων καὶ ὁσίων γυναικῶν, αἱ καλῶς ἀσκήσασαι καὶ ἀθλήσασαι καὶ τὸν Χριστὸν ὁμολογήσασαι, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Ἅγιοι Πάντες, οἱ ἀπ’ αἰῶνος εὐαρεστήσαντες τῷ Κυρίῳ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἀναπολογήτου καὶ ὑπὲρ πάντας τοὺς ἀπ’ αἰῶνος ἁμαρτωλοὺς ἁμαρτωλοῦ. Ὧν τὰς ἱκεσίας καὶ παρακλήσεις προσδεξάμενος καὶ εἰσακούσας, Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, συγχώρησόν μοι εἴ τί σοι ἥμαρτον ἀπὸ γεννήσεώς μου καὶ μέχρι τῆς νῦν ἡμέρας καὶ ὥρας, ἐν λόγῳ, ἔργῳ, γνώσει καὶ ἀγνοίᾳ, κατὰ νοῦν καὶ διάνοιαν, καὶ ἐν πάσαις μου ταῖς αἰσθήσεσιν. Ὡσαύτως συγχώρησον καὶ ἐλέησον καὶ τοὺς πατέρας καὶ ἀδελφούς μου, καὶ πάντας τοὺς ἀπαν ταχοῦ ἀρχιερεῖς, ἱερεῖς, μοναχοὺς καὶ ὀρθοδόξους χριστιανοὺς καὶ τοὺς μισοῦντας καὶ ἀγαπῶντάς με, καὶ τοὺς ἐλεοῦντας καὶ διακονοῦντάς μοι, καὶ τοὺς ἐντειλαμένους μοι τῷ ἀναξίῳ εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ οὓς ἔβλαψα ἢ ἐλύπησα ἢ κατηρασάμην, καὶ τοὺς τὰ αὐτὰ μοι ποιοῦν τας ἢ ποιήσαντας. Καὶ χάρισαι τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, ὡς εὐδοκεῖ ἡ φιλανθρωπία σου. Ἀνάπαυσον καὶ τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν. Καὶ δι’ εὐχῶν πάντων οἰκτείρησόν μου τὴν ἀθλιότητα, καὶ ποίησόν με οἷον θέλεις, καὶ ὡς θέλεις, κἂν θέλω κἂν μὴ θέλω.
Καὶ καταξίωσόν με ἀνενόχως καὶ
ἀκατακρίτως
μεταλαβεῖν τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων, καὶ μὴ εἰς κρῖμα, ἢ εἰς
κατάκριμα γένοιτό μοι, ἀναξίως τούτοις προσερχομένῳ, ἀλλ’ εἰς ἴασιν ψυχῆς καὶ
σώματος, εἰς ἀπαλλαγὴν τῶν αἰωνίων κολάσεων, καὶ εἰς ἀῤῥαβῶνα τῆς ἀτελευτήτου
καὶ μακαρίας ζωῆς, ἐν ᾗ σύνταξόν με μετά πάντων τῶν ἀπ’ αἰῶνός σοι
εὐαρεστησάντων, Κύριέ μου, Κύριε, γλυκύτατέ μου Ἰησοῦ, ὅτι σοι πρέπει ἡ δόξα, ἡ
τιμὴ καὶ ἡ ἐκ πάντων προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων.
Ἀμήν.