ΜΕΤΑΜΕΛΕΙΑΣ Ο ΚΑΙΡΟΣ
Μεταμελείας
ὁ καιρός, μετανοίας ἐπιδείξασθαι, καρποὺς ἀξίους, τῷ Θεῷ ψυχῇ μου,
σπεῦσον διανάστηθι, καὶ βόησον ἐκτενῶς, ἐν νηστείαις καὶ εὐχαῖς.
Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Προκαθαρθῶμεν ἀδελφοί, τῆς ψυχῆς τὰ αἰσθητήρια, καὶ τῷ Κυρίῳ νῦν προσκολληθῶμεν, τρόποις κατανύξεως, βοῶντες εἰλικρινῶς, μετανοίᾳ καθαρᾷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐνεδρεύοντα ἐχθρόν, λιχνοτέραις ἐνθυμήσεσι, καὶ ἀκρασίᾳ ἡδονῆς βραχείας, θέλγοντα τὴν αἴσθησιν, νεκρῶσαι σπουδάσωμεν ἐπιμόνῳ προσευχῇ, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.