ΤΟΥ ΑΔΟΥ ΣΚΥΛΕΥΘΕΝΤΟΣ
Τοῦ
ᾍδου σκυλευθέντος ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ,
Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ
τοῦτο σύν Ἀγγέλοις σε καὶ ἡμεῖς, δοξάζομεν, βοῶντες· Δόξα τῇ Ἀναλήψει
σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε
φιλάνθρωπε.