ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ, ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ ΕΠΙΔΗΜΙΑΝ
Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς , Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.
Πεντηκοστὴν
ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ
ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον!
Διὸ βοῶμέν σοι, Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. (Δίς)
Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι.