Ο ΜΥΣΤΟΛΕΚΤΗΣ ΤΩΝ ΘΕΟΥ ΑΡΡΗΤΩΝ ΜΥΣΤΗΡΙΩΝ
Ὁ μυστολέκτης των Θεοῦ ἀρρήτων μυστηρίων, Ἀπόστολος ὁ μέγας Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, πόρρωθεν προβλέπων τὸ μέλλον, προέγραφεν τὸν ἄξιον τοῦ θρόνου τῆς τῶν πόλεων Βασιλίδος. Τοιοῦτος ἡμῖν, φάσκων, ἔπρεπεν Ἀρχιερεύς, ὅσιος καὶ ἄκακος, δίκαιος καὶ ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἡνωμένος τῷ πνεύματι ταῖς ἄνω οὐρανίαις Δυνάμεσιν ὅς, ἔχων παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, παρίσταται ἀεὶ τῷ θρόνῳ τῆς χάριτος, αἰτούμενος δοθῆναι ἡμῖν ἔλεος, καὶ χάριν εὑρεῖν εἰς εὔκαιρον βοήθειαν. Αὐτὸν οὖν χρεωστικῶς ἀνευφημοῦντες, ὡς χάριν ἐκ Θεοῦ σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.