Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τετάρτη 24 Οκτωβρίου 2012

Πευματικὲς Συμβουλὲς τοῦ Γέροντος παπα-Χαρίτωνος τοῦ Ἁγιορείτου·

Πευματικὲς Συμβουλὲς τοῦ Γέροντος παπα-Χαρίτωνος τοῦ Ἁγιορείτου·

-Τὴν ἀγρυπνίαν ἀγάπα, νηστείαν, δάκρυα, εὐχὰς καὶ
ψαλμῳδίας, καὶ τῶνΓραφῶν τὴν μελέτην.  Γενοῦ
ταπεινόφρων καὶ γαληνός, καὶ τὸν τύφον ἀπόρριπτε,
μὴ σὲ νικήσῃ ὁ φθόνος καὶ τῶν παθῶν, ἀκρασία ἡ
ψυχόλεθρος.

-Ὑπακοήν πᾶσαν ἔχε, τῷ προεστώτι σου ἀγάπην τε
πρὸς τοῦτον καὶ πρὸς πάντας ἐξ ἴσου, τοὺς ἀδελφοὺς
γνησίαν, ὧ Μοναχέ, καὶ μηδόλως ἀντίλεγε, τοῖς
ἐπιτάγμασι τοῦτου, εἶναι ἐκ Θεοῦ, μαρτυρίου λάβης
στέφανον.

-Μὴ ἐπιλάθου τοῦ ψάλλειν, ὧρας, μεσώρια, τὴν πρώτην
καὶ τὴην τρίτην, ἔκτην καὶ ἐνάτην, τὰ Τυπικὰ συνήθως,
ἐσπερινὸν καὶ ἀπόδειπνον ὄρθρον τε, καὶ ἐν νυκτὶ καὶ
ἡμέρα τὴν τοῦ Θεοῦ, μνήμην ἔχε ἐν τῇ καρδίᾳ  σου.

-Ὅταν ἀκούσεις σήμαντρον, δράμε ὡς ἔλαφος εἰς τὸν
ναὸν τοῦ Κυρίου, καὶ προσεύχου καὶ ψάλλε. Πρόσεχες
μὴ ἐξέλθεις ἐκ τοῦ ναοῦ, πρὶν ἀπόλυσις γένηται, καὶ ἐν
νυκτὶ καὶ ἡμέρᾳ τῆς φοβερᾶς τοῦ Χριστοῦ δίκης μνημόνευε.

-Ἀεὶ σαυτὸν ἐκβιάζου, ἵνα σωθῇς ἀδελφὲ, Παρασκευή,
Τετράδι καὶ Δευτέρα ἐπίση ς, ἔσθιε ἐφ' ἄπαξ ἄρτον ξηρόν,
καὶ τὸ ὕδωρ σου μέτριον, πίνε Θεῷ ὁλοψύχως εὐχαριστῶν,
καὶ τῆς θείας ἐπιτεύξῃ τρυφῆς.
 
-Ἐξομολόγησιν ποίει τῶν πονηρῶν λογισμῶν, κακῶν
ἀπέχου πάντων, τὴν μετάνοιαν πόθει, δίωκε ταχέως
τὸ πονηρόν, τῆς πορνείας ἐνθύμιον καὶ ταῦτα πάντα
φυλάξας ὧ Μοναχέ, κατοικήσῃς εἰς τὸν παράδεισον.

-Χρημάτων ὅλως φροντίδα, ποίει μηδέποτε οὔτε τῶν
ἐδεσμάτων, οὔτε τῶν ἰματίων καὶ ἰκανῶν πρὸς τὴν
σύστασιν τοῦ σώματος, ἔχε δὲ μέριμναν μόνην ἐν
τῇ ψυχῇ.  Παραδείσου τῆς τερπνότητος.

Ὁ ποιητὴς τῶν ἀπάντων, Χριστὸς ὁ Κύριος, διὰ τὴν
σωτηρίαν τῶν ἀνθρώπων κατήλθε, ἐξ ὕψους οὐρανίου
ἐπὶ τῆς γῆς, καὶ γενόμενος ἄνθρωπος, ὁδὸν ἀρίστην
ὑπέδειξε τοῖς βροτοῖς, σωτηρίας ἐπιτεύξασθαι.

+ παπα-Χαρίτων ὁ πνευματικός, Ἁγιορείτης