Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τρίτη, 28 Οκτωβρίου 2014

Ὑπεράγαθε Δέσποινα Θεοτόκε...

                                      Ὑπεράγαθε Δέσποινα Θεοτόκε...

Ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως καί μή καταισχύνῃς με ἀπό τῆς προσδοκίας μου, ἡ μετά Θεόν ἐλπίς πάντων τῶν περάτων τῆς γῆς. Τόν βρασμόν τῆς σαρκός μου κατάσβεσον.
Τόν ἐν τῇ ψυχῇ μου ἀγριώτατον· κλύδωνα κατεύνασον.

Τόν πικρόν θυμόν καταπράϋνον.
Τόν τύφον καί τήν ἀλαζονείαν τῆς ματαίας οἰήσεως ἐκ τοῦ νοός μου ἀφάνισον.
Τάς νυκτερινάς φαντασίας τῶν πονηρῶν πνευμάτων καί τάς μεθημερινάς τῶν ἀκαθάρων ἐννοιῶν προσβολάς ἐκ τῆς καρδίας μου μείωσον.
Παίδευσόν μου τήν γλῶσσαν λαλεῖν τά συμφέροντα.
Δίδαξον τούς ὀφθαλμούς μου βλέπειν ὀρθῶς τῆς ἀρετῆς τήν εὐθύτητα.
Τούς πόδας μου τρέχειν ἀνυποσκελίστως ποίησον τήν μακαρίαν ὁδόν τῶν τοῦ Θεοῦ ἐντολῶν.
Τάς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἵρω αὐτάς πρός τόν Ὕψιστον.
Κάθαρόν μου τό στόμα, ἵνα μετά παῤῥησίας ἐπικαλῆται Πατέραν, τόν φοβερόν Θεόν καί πανάγιον.
Ἄνοιξόν μου τά ὦτα, ἵνα ἀκούω αἰσθητῶς καί νοητῶς τά ὑπέρ μέλι καί κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια, καί βιῶ κατ᾿ αὐτά ἀπό Σοῦ κραταιούμενος.
Διά γάρ Σου, πανύμνητε καί ὑπεράγαθε Δέσποινα, περισώζεται πᾶσα βροτεία φύσις αἰνοῦσα καί εὐλογοῦσα Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα, τήν παναγίαν Τριάδα καί ὁμοούσιον, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. »
Ἀμήν!

Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ