Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τετάρτη 20 Μαρτίου 2013

Μέγας Κανών: ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.

Μέγας Κανών:  ᾨδὴ α´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.

« Βοηθὸς καὶ σκεπαστὴς
» ἐγένετό μοι εἰς σωτηρίαν·
» οὗτός μου Θεός,
» καὶ δοξάσω αὐτόν·
» Θεὸς τοῦ Πατρός μου,
» καὶ ὑψώσω αὐτόν·
» ἐνδόξως γὰρ δεδόξασται.
Πόθεν ἄρξομαι θρηνεῖν
τὰς τοῦ ἀθλίου μου βίου πράξεις;
ποίαν ἀπαρχὴν
ἐπιθήσω, Χριστέ,
τῇ νῦν θρηνῳδίᾳ;
ἀλλ᾿ ὡς εὔσπλαγχνός μοι δὸς
παραπτωμάτων ἄφεσιν.
Δεῦρο, τάλαινα ψυχή,
σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ
ἐξομολογοῦ·
καὶ ἀπόσχου λοιπὸν
τῆς πρὶν ἀλογίας,
καὶ προσάγαγε Θεῷ
ἐν μετανοίᾳ δάκρυα.
Τὸν πρωτόπλαστον Ἀδὰμ
τῇ παραβάσει παραζηλώσας,
ἔγνων ἐμαυτὸν
γυμνωθέντα Θεοῦ
καὶ τῆς ἀιδίου
βασιλείας καὶ τρυφῆς
διὰ τὰς ἁμαρτίας μου.
Οἴμοι, τάλαινα ψυχή!
τί ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ;
εἶδες γὰρ κακῶς
καὶ ἐτρώθης πικρῶς,
καὶ ἥψω τοῦ ξύλου,
καὶ ἐγεύσω προπετῶς
τῆς παραλόγου βρώσεως.
Ἀντὶ Εὔας αἰσθητῆς
ἡ νοητή μοι κατέστη Εὔα,
ὁ ἐν τῇ σαρκὶ
ἐμπαθὴς λογισμός,
δεικνὺς τὰ ἡδέα,
καὶ γευόμενος ἀεὶ
τῆς πικρᾶς καταπόσεως.
Ἐπαξίως τῆς Ἐδὲμ
προεξερρίφη ὡς μὴ φυλάξας
μίαν σου, Σωτήρ,
ἐντολὴν ὁ Ἀδάμ·
ἐγὼ δὲ τί πάθω,
ἀθετῶν διαπαντὸς
τὰ ζωηρά σου λόγια;
Τὴν τοῦ Κάϊν ὑπελθὼν
μιαιφονίαν τῇ προαιρέσει,
γέγονα φονεὺς
συνειδότι ψυχῆς,
ζωώσας τὴν σάρκα
καὶ στρατεύσας κατ᾿ αὐτῆς
ταῖς πονηραῖς μου πράξεσι.
Τῇ τοῦ Ἄβελ, Ἰησοῦ,
οὐχ ὡμοιώθην δικαιοσύνῃ·
δῶρά σοι δεκτὰ
οὐ προσῆξα ποτέ,
οὐ πράξεις ἐνθέους,
οὐ θυσίαν καθαράν,
οὐ βίον ἀνεπίληπτον.
Ὡς ὁ Κάϊν καὶ ἡμεῖς,
ψυχὴ ἀθλία, τῷ πάντων Κτίστῃ
πράξεις ρυπαρὰς
καὶ θυσίαν ψεκτὴν
καὶ ἄχρηστον βίον
προσηγάγομεν ὁμοῦ·
διὸ καὶ κατεκρίθημεν.
Τὸν πηλόν, ὁ κεραμεύς,
ζωοπλαστήσας ἐνέθηκάς μοι,
σάρκα καὶ ὀστᾶ,
καὶ πνοὴν καὶ ζωήν.
Ἀλλ᾿ ὦ Ποιητά μου,
Λυτρωτά μου καὶ Κριτά,
μετανοοῦντα δέξαι με.
Ἐξαγγέλλω σοι, Σωτήρ,
τὰς ἁμαρτίας, ἃς εἰργασάμην,
καὶ τὰς τῆς ψυχῆς
καὶ τοῦ σώματός μου
πληγάς, ἅς μοι ἔνδον
μιαιφόνοι λογισμοὶ
λῃστρικῶς ἐναπέθηκαν.
Εἰ καὶ ἥμαρτον, Σωτήρ,
ἀλλ᾿ οἶδα ὅτι φιλάνθρωπος εἶ·
πλήττεις συμπαθῶς
καὶ σπλαγχνίζῃ θερμῶς·
δακρύοντα βλέπεις
καὶ προστρέχεις ὡς Πατὴρ
ἀνακαλῶν τὸν Ἄσωτον.
Ἐρριμμένον με, Σωτήρ,
πρὸ τῶν πυλῶν σου, κἂν ἐν τῷ γήρει,
μή με ἀπορρίψῃς
εἰς ᾍδου κενόν·
ἀλλὰ πρὸ τοῦ τέλους
ὡς φιλάνθρωπός μοι δὸς
παραπτωμάτων ἄφεσιν.
Ὁ λῃσταῖς περιπεσὼν
ἐγὼ ὑπάρχω τοῖς λογισμοῖς μου·
ὅλως ὑπ᾿ αὐτῶν
τετραυμάτισμαι νῦν·
ἐπλήσθην μωλώπων.
Ἀλλ᾿ αὐτός μοι ἐπιστάς,
Χριστὲ Σωτήρ, ἰάτρευσον.
Ἱερεύς με προϊδὼν
ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης
βλέπων ἐν δεινοῖς
ὑπερεῖδε γυμνόν.
Ἀλλ᾿ ὁ ἐκ Μαρίας
ἀνατείλας Ἰησοῦς,
σὺ ἐπιστάς με οἴκτειρον.
Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ,
ὁ αἴρων πάντων τὰς ἁμαρτίας,
ἆρον τὸν κλοιὸν
ἀπ᾿ ἐμοῦ τὸν βαρύν,
τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δὸς
παραπτωμάτων ἄφεσιν.
Μετανοίας ὁ καιρός·
προσέρχομαί σοι, τῷ Πλαστουργῷ μου·
ἆρον τὸν κλοιὸν
ἀπ᾿ ἐμοῦ τὸν βαρύν,
τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δὸς
παραπτωμάτων ἄφεσιν.
Μὴ βδελύξῃ με, Σωτήρ,
μὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου·
ἆρον τὸν κλοιὸν
ἀπ᾿ ἐμοῦ τὸν βαρύν,
τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δὸς
παραπτωμάτων ἄφεσιν.
Τὰ ἑκούσια, Σωτήρ,
καὶ τὰ ἀκούσια πταίσματά μου,
καὶ τὰ φανερὰ
καὶ κρυπτά, καὶ γνωστὰ
καὶ ἄγνωστα πάντα
συγχωρήσας ὡς Θεός,
ἱλάσθητι καὶ σῶσόν με.
Ἐκ νεότητος, Σωτήρ,
τὰς ἐντολάς σου ἐπαρωσάμην·
ὅλον ἐμπαθῶς
ἀμελῶν, ρᾳθυμῶν,
παρῆλθον τὸν βίον·
διὸ κράζω σοι, Σωτήρ·
κἂν ἐν τῷ τέλει σῶσόν με.
Τὴν οὐσίαν τῆς ψυχῆς
καταναλώσας ταῖς ἀσωτίαις,
ἔρημός εἰμι
ἀρετῶν εὐσεβῶν·
λιμώττων δὲ κράζω·
Ὁ Πατὴρ τῶν οἰκτιρμῶν,
προφθάσας σύ με οἴκτειρον.
Σοὶ προσπίπτω, Ἰησοῦ·
Ἡμάρτηκά σοι, ἱλάσθητί μοι·
ἆρον τὸν κλοιόν,
ἀπ᾿ ἐμοῦ τὸν βαρύν,
τὸν τῆς ἁμαρτίας,
καὶ ὡς εὔσπλαγχνός μοι δὸς
δάκρυα κατανύξεως.
Μὴ εἰσέλθῃς μετ᾿ ἐμοῦ
ἐν κρίσει, φέρων μου τὰ πρακτέα,
λόγους ἐκζητῶν,
καὶ εὐθύνων ὁρμάς·
ἀλλ᾿ ἐν οἰκτιρμοῖς σου
παρορῶν μου τὰ δεινά,
σῶσόν με, Παντοδύναμε.
Δόξα.
Ὑπερούσιε Τριάς,
ἡ ἐν Μονάδι προσκυνουμένη,
ἆρον τὸν κλοιὸν
ἀπ᾿ ἐμοῦ τὸν βαρύν,
τὸν τῆς ἁμαρτίας·
καὶ ὡς εὔσπλαγχνός μοι δὸς
δάκρυα κατανύξεως.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, ἡ ἐλπὶς
καὶ προστασία τῶν σὲ ὑμνούντων,
ἆρον τὸν κλοιὸν
ἀπ᾿ ἐμοῦ τὸν βαρύν,
τὸν τῆς ἁμαρτίας·
καὶ ὡς Δέσποινα ἁγνή,
μετανοοῦντα δέξαι με.