Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Παρασκευή 29 Σεπτεμβρίου 2017

Προσευχὴ τῆς Οἰκογενείας



            Προσευχὴ τῆς Οἰκογενείας

Κύριε, Ἰησοῦ Χριστέ, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὴ σὴ ἀναβάσει ἐπὶ τὸν Γολγοθὰν ἐξηγοράσας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ Νόμου καὶ ἀποκαταστήσας τὴν πεπτωκυίαν εἰκόνα σοῦ, ὁ ἐκτείνας ἐπὶ τοῦ Σταυροῦ τὰς ἀχράντους χεῖρὰς Σοῦ, ἴνα τὰ ἐσκορπισμένα τέκνα τοῦ Θεοῦ ἐπισυναγάγης εἰς έν, καὶ καλέσας τὴ ἐπιφοιτήσει τοῦ Παναγίου Πνεύματος εἰς ἑνότητα πάντας, Σύ, ὁ Ὢν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πρὸ τῆς ἐξόδου Σοῦ ἐπὶ τὴν μεγάλην ταύτην καὶ κοσμοσωτήριον ἱερουργίαν ἐδεήθης τοῦ Πατρὸς Σοῦ, ἴνα πάντες ὲν ὥμεν, καθὼς Σὺ εὶ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου.

Παράσχου τοίνυν ἡμῖν χάριν καὶ σοφίαν τοῦ ἐκπληροῦν τὴν ἐντολὴν ταύτην καθ' ἑκάστην, καὶ ἐνίσχυσον ἡμᾶς εἰς τὸν ἀγώνα τῆς ἀγάπης, ἣν Σὺ ἐνετείλω ἡμῖν εἰπὼν· «Ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς».

Δώρησαι ἡμῖν διὰ τοῦ Ἁγίου Σοῦ Πνεύματος τὴν δύναμιν τοῦ ταπεινοὺν ἑαυτοὺς ὁ εἷς ἐνώπιον τοῦ ἑτέρου, ἐν τῷ κατανοεὶν ὅτι, «ἐὰν τὶς πλείον ἀγαπᾶ, πλείον καὶ ταπεινοῦται». Δίδαξον ἡμᾶς ἐύχεσθαι ὁ εἷς ὑπὲρ τοῦ ἄλλου, ἀλλήλων τὰ βάρη βαστάζειν ἐν ὑπομονὴ καὶ ένωσον ἡμᾶς τῷ συνδέσμω τῆς ἀκαταλύτου ἀγάπης ἐν τῷ Ὀνόματὶ Σοῦ τῷ Ἀγίω, χαριζόμενος ἡμῖν ὡσαύτως τοῦ ορὰν ἐν ἐκάστω ἀδελφώ καὶ ἑκάστη ἀδελφὴ ἡμῶν τὴν εἰκόνα τῆς ἀρρήτου δόξης Σοῦ καὶ μὴ ἐπιλανθάνεσθαι ὅτι «ὁ ἀδελφὸς ἡμῶν ἡ ζωὴ ἡμῶν ἐστὶ».

Ναί, Κύριε, ὁ τὴ Σὺ εὐδοκία ἐπισυναγαγὼν ἡμᾶς ἐπὶ τὸ αὐτό, ποίησον ἡμᾶς γενέσθαι ἐν ἀληθείᾳ μίαν οἰκογένειαν, ζῶσαν ἐν μιὰ καρδία, μιὰ θελήσει, μιὰ ἀγάπη, ὡς εἷς ἄνθρωπος, κατὰ τὴν περὶ τοῦ προπάτορος Ἀδὰμ προαιώνιον βουλὴν Σοῦ. Ἐπισκίασον τὸν οἶκον ἡμῶν τῷ τοῦ φόβου Σοῦ πνεύματι καὶ σκέπασον αὐτὸν τὴ σκέπη τῆς Παναχράντου Σοῦ Μητρός, (τῶν ἁγίων ὢν φέρομεν τὰ ὀνόματα καὶ ὢν εὐλαβούμεθα) καὶ πάντων τῶν Ἁγίων Σοῦ, εὐλογῶν καὶ ὑπερασπιζόμενος ἕνα ἕκαστον τῶν ἐνθάδε διαμενόντων (μνημονεύομεν τὰ ὀνόματα τῶν μελῶν τῆς οἰκογενείας), διαφυλάττων ἡμᾶς ἐκ φθοροποιῶν λογισμῶν, ἀναρμόστων λόγων ἢ κινήσεων καρδίας, ἐπιβλαπτόντων τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν, ὅπως οἰκοδομηθῆ ὁ οἶκος οὗτος ἐπὶ τὴν πέτραν τῶν εὐαγγελικῶν Σοῦ ἐντολῶν, εἰς τόπον προσευχῆς, ἁγιασμοῦ καὶ σωτηρίας δι ἡμᾶς αὐτοὺς καὶ διὰ πάντας τοὺς ἐπισκεπτομένους ἡμᾶς, τοὺς κοπιώντας καὶ πεφορτισμένους ἀδελφοὺς καὶ ἀδελφὰς ἡμῶν, ἴνα πάντες εὕρωμεν ἀνάπαυσιν ἐν Σοί, τῷ πράω καὶ ταπεινῶ Βασιλεῖ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.