Ἐγὼ πατήρ, ἐγὼ ἀδελφός, ἐγὼ νυμφίος
Ἐγὼ πατήρ, ἐγὼ
ἀδελφός, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφεύς, ἐγὼ ἱμάτιον, ἐγὼ ρίζα, ἐγὼ θεμέλιος, πᾶν
ὅπερ ἂν θέλεις ἐγώ. Μηδενὸς ἐν χρεία καταστεῖς. Ἐγὼ δουλεύσω.Ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι.
Ἐγὼ καὶ φίλος καὶ ξένος
καὶ κεφαλὴ καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ. Πάντα ἐγώ.
Μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σὲ καὶ ἀλήτης διὰ σέ, ἐπὶ σταυροῦ διὰ
σέ, ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ
Πατρός.
Πάντα μοι σὺ καὶ αδελφός καὶ συγκληρονόμος
και φίλος καὶ μέλος.
Τὶ πλέον θέλεις;
Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος