Ψαλμός ρμ´ (140ος) - Κύριε ἐκέκραξα πρός Σε
Κύριε, ἐκέκραξα πρὸς Σέ, εἰσάκουσόν
μοῦ, εἰσάκουσόν μοῦ Κύριε. Κύριε, ἐκέκραξα πρὸς Σέ, εἰσάκουσόν μοῦ.
Πρόσχες τὴ φωνὴ τῆς δεήσεὼς μοῦ, ἐν τῷ κεκραγέναι μὲ πρὸς σέ. Ἐισάκουσόν μοῦ, Κύριε.

Κατευθυνθήτω ἡ προσευχὴ μοῦ ὡς θυμίαμα ἐνώπιον σοῦ.
Ἔπαρσις τῶν χειρῶν μοῦ, θυσία ἑσπερινή, εἰσάκουσόν μου Κύριε.

Κύριε ἁμαρτάνων οὐ παύομαι,
φιλανθρωπίας ἀξιούμενος οὐ γινώσκω,
νίκησόν μου τὴν πώρωσιν, μόνε Ἀγαθέ, καὶ ἐλέησόν με.
Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι,
τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται;
ἢ τὶς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ;
Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.

Οἴμοι! τὶ ὁμοιώθην ἐγώ, τῇ
ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ,
ἀλλ' ἐπουράνιε γεωργὲ Χριστὲ ὁ Θεός,
τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον,
καὶ ὡς τὸν ἄσωτον Υἱόν, δέξαι με καὶ ἐλέησόν με.
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς,
καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου,
λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος,
δέομαι καὶ ἐλέησόν με.