Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Πέμπτη, 13 Οκτωβρίου 2016

Προσευχὴ διὰ Φωτισμόν
 Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, διάνοιξον τά ὦτα καί τούς ὀφθαλμούς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τά λόγιά Σου καί συνιέναι καί ποιῆσαι τό θέλημά Σου, ὅτι πάροικός εἰμι ἐν τῇ γῇ. Μή ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τάς ἐντολάς Σου, ἀλλά ἀποκάλυψον τούς ὀφθαλμούς μου καί κατανοήσω τά θαυμάσια ἐκ τοῦ Νόμου Σου. Ἐπί σοί γάρ ἐλπίζω ὁ Θεός μου, ἵνα Σύ μου φωτίσῃς τήν διάνοιαν· ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.