Αφιέρωμα στον Άγιο Ονούφριο

Ἤσκησας θεαρέστως 
καὶ τὸν καύσωνα θέρους 
ὁμοῦ σὺν τοῦ χειμῶνος τῶ ψύχει 
καθυπέμεινας ὁ ὢν γυμνὸς 
θεϊκῆ ἰσχύϊ, ἀσκητὰ ἔνθεε, 
Ὀνούφριε, ὡς ἄσαρκος 
διό σοι ἐκβοῶμεν πόθῳ
Χαῖρε, τὸ καύχημα τῆς ἐρήμου
χαῖρε, ὑπόδειγμα βίου θείου.
Χαῖρε, τοῦ Χριστοῦ ὀπαδὸς γνησιώτατος
χαῖρε, τοῦ ἐχθροῦ ὀλετὴρ ὁ δριμύτατος.
 Χαῖρε, γνώμων ὁ εὐθύτατος τῆς μονήρους βιοτῆς
χαῖρε, νόμων εὐπειθέστατος τηρητὴς τῆς ἀρετῆς.
Χαῖρε, ὅτι ἐδείχθης γεηρῶν ὑπερόπτης 
χαῖρε, ὅτι ἐφάνης οὐρανίων ἐπόπτης.
Χαῖρε, θριξὶν ὁ μόνον σκεπόμενος
χαῖρε, πηγὴ χαρίτων πολύκρουνος.
Χαῖρε, πιστῶν τὸ θεόσδοτον ἕρκος
χαῖρε, σοφῶν δυσαντίβλεπτον ὄρος.
Χαίροις, μάκαρ Ὀνούφριε.
Ὀνούφριε μακάριε,
 προσπίπτοντά με οἴκτειρον,
 δέομαί σου, καὶ τὰ ὄμματα σοφέ.
 φώτισον τῆς ψυχῆς μου, 
καθαρῶς ὅπως  βλέψω, τὀν φωτοδότην καὶ οἰκτίρμονα. 
Φῶς, Ὀνούφριε, θεῖον
λαβών, σεπτὲ ὅσιε,
ἔνδον ἐν καρδίᾳ σου ὤφθης
ὅλος φωτόμορφος
διὸ καὶ χάριν ἡμῶν
τὴν σκοτομίνην ἀπείληφας
καὶ πάσης θλίψεως.
Οἵρμος γαληνὸς
ἴσθι πάντων τῶν τιμώντων σε
ἐν τοῖς κλύδωσι τοῦ βίου, 
θαυμαστὲ ἐρημῖτα τῆς Νειλώας γῆς, Ὀνούφριε.
Ὁδήγησον πρὸς θελημάτων ἐκπλήρωσιν τοῦ Ὑψίστου
τοὺς προστρέχοντας εὐλαβῶς τῆ θείᾳ σου χάριτι, 
Ὀνούφριε, ἄγγελε τῆς ἐρήμου.
Ζόφωσιν συναφείας χοϊκῆς ἀποῤῥίψας, 
Ὀνούφριε, καὶ τοῦ πονηροῦ πειρασμοὺς 
Ἀγγέλλων φωταυγῶν πέφηνας συνόμιλος 
διόπερ σε γεραίροντες τρανῶς βοῶμεν.
Ὀνούφριε, ὅσιε ἀσκητά ὁ ἐν τῆ ἐρήμῳ 
ὑπομείνας τὸν παγετὸν νυκτὸς
 καὶ τὸν καύσωνα ἡμέρας διὰ Χριστόν,
 ἴθυνόν με πρὸς θέωσιν.