Προσευχὴ πρὸς τὴν Παναγίαν Θεοτόκον
Παναγία Παρθένε Μήτηρ Θεοῦ,
τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά,
θεράπευσον δέομαι, καὶ συγγνώμην
παράσχου μοι, τῶν ἐμῶν πταισμάτων,
ἀφρόνως ὧν ἔπραξα τήν ψυχὴν καὶ
τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι!
τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα
οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν,
ἐκ τοῦ ἀθλίου μου σώματος; τότε
Δέσποινα βοήθειά μοι γενοῦ,
καὶ προστάτις θερμότατος· σὲ γὰρ
ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Παναγία Παρθένε Μήτηρ Θεοῦ,
τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά,
θεράπευσον δέομαι, καὶ συγγνώμην
παράσχου μοι, τῶν ἐμῶν πταισμάτων,
ἀφρόνως ὧν ἔπραξα τήν ψυχὴν καὶ
τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι!
τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα
οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν,
ἐκ τοῦ ἀθλίου μου σώματος; τότε
Δέσποινα βοήθειά μοι γενοῦ,
καὶ προστάτις θερμότατος· σὲ γὰρ
ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.