Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Παρασκευή 21 Δεκεμβρίου 2012

Εὐχὴ Ἁγίου Ἐφραὶμ τοῦ Σύρου

Εὐχὴ Ἁγίου Ἐφραὶμ τοῦ Σύρου

πρὸ τοῦ ὑπνῶσαι (πριν τον ύπνο)


Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἁγίαν σου μητέρα τιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων δυνάμεων, αὐτός, Πανάγαθε, διὰ τῶν πρεσβειῶν αὐτῆς καὶ πάντων σου τῶν ἁγίων, παρακλήθητι καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ σου, εἰ τί ἥμαρτον σήμερον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος, τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια.

Τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξίας καὶ πολλῆς μου ῥαθυμίας καὶ ἀμελείας γεγενημένα.

Εἴτε τὸ ὄνομά Σου τὸ ἅγιον ὤμοσα εἴτε ἐπιώρκισα ἢ ἐβλασφήμησα κατὰ διάνοιανἢ ἐν τινὶ Σὲ παρώργισα. Ἢ ἔκλαψα ἢ ἐψευσάμην ἢ φίλος παρέβαλε πρὸς ἐμὲ καὶ παρεῖδον αὐτὸν ἢ ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα.

Ἢ ἱσταμένου μου ἐν προσευχῇ καὶ ψαλμωδίᾳ ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ πονηρὰ καὶ βιοτικὰ περιεπόλευσεν ἢ παρὰ τὸ πρέπον ἐτρύφησα.

Ἢ εὐτράπελα ἐλάλησα ἢ ἀφρόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ὑπηρηφανευσάμην, ἢ κάλλος μάταιον ἐθεασάμην καὶ ὑπ” αὐτοῦ ἐθέλχην τὸν νοῦν.

Ἢ τὰ μὴ δέοντα ἐφλυάρησα ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ περιειργασάμην καὶ κατέκρινα αὐτόν, καὶ τὰ ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα παρεβλεψάμην, εἴτε τῆς προσευχῆς μου ἠμέλησα εἴτε τί ἄλλον πονηρὸν ἐνενόησα.

Ταῦτα πάντα καὶ ἄλλα, ὅπερ ἔπραξα καὶ οὐ μέμνημαι, συγχώρησόν μοι ὁ Θεὸς τῷ ἀχρίῳ δούλῳ σου, καὶ ἐλέησόν με ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σὲ σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ἀμήν.