Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Παρασκευή 21 Δεκεμβρίου 2012

Παρακλητικὴ καὶ ἐξομολογητικὴ Προσευχὴ τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ

Παρακλητικὴ καὶ ἐξομολογητικὴ Προσευχὴ τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικο στὸν Ἅγιον Ἰωάννην τὸν Πρόδρομον.

(Λεγομένη στὸν Παρακλητικόν Κανόνα τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ στὸν Τίμιον Πρόδρομον, μετὰ τὸ Ἐπάκουσον ἡμῶν).

Πρόσδεξαι, ὡ μετανοίας κήρυξ καὶ λύχνε τοῦ ἡλίου τῆς δόξης φαεινέστατε, τὴν παρ' ἐμοῦ προσφερομένην παράκλησιν, ὁ καὶ μείζων ἐν γεννητοῖς παρὰ τοῦ Σωτῆρος μαρτυρηθεῖς, ὁ τὰ στειρωτικά δεσμὰ διαλύσας καὶ τὴν πατρικὴν ἀφωνίαν εἰς εὐφωνίαν μετατρεψάμενος.

Ὁ πᾶσι τὸν σωτήριον προκηρύξας νόμον καὶ τὸν ἕνα τῆς ὁμοουσίου καὶ ἀδιαιρέτου Ὑπεραγίας Τριάδος, Θεόν Λόγον, χειρί κρατήσαι καὶ βαπτίσαι ἀξιωθεῖς, ὁ Πρόδρομός τε καὶ Προφητῶν ἀπάντων ὑπέρτερος, Ἰωάννη ἔνδοξε χαριτώνυμε, εἰσάκουσον καὶ ἄναψον μου τὸν ἐσβεσμένον τῇ ραθυμία λύχνον τῆς ψυχῆς μου καὶ φώτισον μὲ τῇ εὐπαρρησιάστῳ
πρεσβείᾳ σου.

Ἐσπίλωσα γὰρ μοῦ τὸν λογισμόν, ἠφάνισα κλῆρον τὸν πατρικόν, ἀλόγοις ὁμοιωθεῖς κτήνεσι καὶ ἀθλίως τούτοις συμβοσκηθεῖς ὁ δύστηνος. Πάντας ὑπερέβην ἐν ἀνομίαις τῷ βορβόρῳ τῶν παθῶν κυλινδούμενος καὶ ἀσώτως δαπανήσας μου τὴν ζωήν. Ἀλλ' ἔγειρόν με τῇ μεσιτείᾳ σου, ὡς μεσίτην Σε πλουτήσαντα πρὸς τὸν Κριτήν.

Ἴλεών μοι τοῦτον ἀπέργασαι, ὡς παρρησίαν ἔχων πρὸς Αὐτόν.

Ἔκτεινόν μοι τὴν ἄμαχον χεῖρα σου κατὰ τῶν παθῶν καὶ ἐκτελεῖν μὲ τὸν βίον ἐν ἀγαθοῖς ἐνίσχυσον, ὄπως τῆς ζοφερῆς κολάσεως ρυσθεῖς, τῆς οὐρανίου τύχοιμι δόξης, ὡ Θεοῦ Προφῆτα καὶ Βαπτιστᾶ, σαῖς ἰκεσίαις ταῖς πρὸς τὸν Κύριον, ὄτι αὐτῷ πρέπει δόξα, ὕμνος, κράτος καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας.

Ἀμήν.