Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τετάρτη 26 Δεκεμβρίου 2012

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΗ ΠΑΝΑΓΙΑ ΜΑΛΕΒΗ


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΗ ΠΑΝΑΓΙΑ ΜΑΛΕΒΗ

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὅ τὸ″ Θεός Κύριος ὡς συνήθως καὶ τό ἑξῆς:

Ἦχος δ΄: Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ ἐν Movῇ τῆς Μαλεβῆς ἐκβλυζούσῃ, μύρον εὐῶδες θεῖον καὶ οὐράνιον, δεῦτε καὶ προσπέσωμεν, πρός αὐτὴν ἐκβοῶντες. Κόρη Μυροβλύτισσα, ἐκ παθῶν ἀκαθάρτων, καὶ ἐπηρείας πάσης τοῦ ἐχθροῦ, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας λύτρωσαι.

Δόξα, και νῦν. ~Oμoιoν.
Ὡς τετοκυῖα τό ζωήρρυτον μύρον, σωματωθὲν ἐκ τῶν ἀγνῶν σου αἱμάτων, μύρον ἐκβλύζειν Δέσποινα ηὐδόκησας, τὴν σεπτὴν Εἰκόνα σου, τὰς ψυχὰς ἀγιάζον, καὶ διῶκον ἅπασαν, τῶν παθῶν δυσωδίαν. Ἀλλ' ἐκ παντοίων ῥύου πειρασμῶν, Θεογεννῆτορ, τοὺς σὲ μεγαλύνοντας.

Ὁ Ν΄. Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς.

«Σπεύδω Παρθένε σῷ θείῷ μύρῷ. Γερασίμου».

Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Σαρκός ὁμοιώματι τῆς ζωῆς, τεκοῦσα τό μύρον, Μυροβλύτισσα Μαριάμ, τῷ μύρῳ Εἰκόνος σου τῆς θείας, τῆς τῶν παθῶν δυσωδίας με λύτρωσαι.

Πηγάζουσα μύρον ἡ σὴ Εἰκών, τῇ σῇ ἐπινεύσει, Θεοτόκε ἐν Μαλεβῇ, εὐφραίνει καί τέρπει καθ' ἐκάστην, τοὺς προσιόντας αὐτῇ μετὰ πίστεως.

Ἐπίβλεψον ὄμματι ἱλαρῷ, τοὺς τῇ σῇ Εἰκόνι, παρεστῶτας πανευλαβῶς, καὶ δίδου ἡμῖν Θεογεννῆτορ, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.

Ὑμνοῦμεν θαυμάτων σου την πληθύν, καὶ πίστει βοῶμεν, Μυροβλύτισσα Μαριάμ. Ἐκ πάσης ἀνάγκης τε καὶ βλάβης, ῥῦσαι ἡμᾶς μητρικῇ σου χρηστότητι.

Ωδὴ γ΄. Οὐρανίας ἁψίδος.
Δυσμενῶν ἀοράτων, ἐπιβουλῆς λύτρωσαι, καὶ ἀσθενειῶν πολυτρόπων, καὶ περιστάσεων, ὦ Μυροβλύτισσα, τοὺς ἐκ τοῦ θείου σου μύρου, εὐλαβῶς λαμβάνοντας, και σε δοξάζοντας.

Ὡς καρκίνου τό πάθος, τό χαλεπόν ἔπαυσας, χρίσει τοῦ ἁγίου σου μύρου, Παρθένε Ἄχραντε, οὕτω θεράπευσον, κ' ἀμὲ δεινῶς ἀσθενοῦντα, Κόρη Μυροβλύτισσα, ἵνα γεραίρω σε.
Παραδόξως ὁρᾶται, μύρου πηγή Ἄχραντε, ἐν τῇ Μαλεβῇ ἡ Εἰκών σου, πάντας ἐκπλήττουσα, καὶ θεραπεύουσα, νόσους ψυχῶν καὶ σωμάτων″ ὅθεν σου τὴν ἄφθονον χάριν κηρύττομεν.

Ἁγιάσματος οἶκος, ὡς ἀληθῶς πέφηνας″ ὅθεν ἁγιάζεις Παρθένε, τῷ θείῳ μύρῳ σου τοὺς καταφεύγοντας, ἐν Μαλεβῇ τῇ Μονῇ σου, καὶ τα μεγαλεῖα σου, Κόρη δοξάζοντας.

Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης και έπηρείας του δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ άγίῳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπι τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τό άλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ οἰκτιρμῶν, καὶ θεϊκῆς χρηστότητος, Παρθένε Ἀγνή, μύρου πηγὴν ἀνέβλυσας, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, ἐξ οὗ Κόρη πιστῶς οἱ μετέχοντες, πληροῦνται ὀσμῆς μυστικῆς καὶ χαρᾶς, τὰ θεῖά σου θαύματα κηρύττοντες.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ρυπωθέντας ἐκκάθαρον, Κόρη ἐπιθέσει τοῦ πολεμήτορος, ἡμᾶς χρίσει τῇ τοῦ μύρου σου, ἡ ζωῆς τό μύρον κόσμῳ βλύσασα.

Θαυμαστὴ ὄντως δέδεικται, ἐν τῇ Μαλεβῇ Εἰκών σου ἡ πάντιμος˙ μύρον θεῖον γὰρ ἐκάστοτε, Κόρη ἀναβλύζει θείῳ Πνεύματι.

Ἐκ τοῦ μύρου σου Δέσποινα, οἱ πιστῶς λαμβάνοντες θεραπεύονται, πάσης βλάβης καὶ κακώσεως, καὶ τὰ σὰ κηρύττουσι θαυμάσια.

Νοσημάτων ἀπάλλαξον, καὶ παθῶν παντοίων ψυχῆς καὶ σώματος, Μυροβλύτισσα Παντάνασσα, τοὺς τῇ σῇ Εἰκόνι καταφεύγοντας.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν, Θεοτόκε. Μαλεβίτισσα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου πιστῶς, καὶ παράσχου εὐφροσύνην ταῖς ψυχαῖς ὑμῶν.

Σκέπη ἀσφαλής, ἡμῖν ἔσο Μυροβλύτισσα, καὶ ἐν πᾶσιν ἀρωγός καὶ βοηθός, τοῖς αἰτοῦσι τὴν ὀξεῖάν σου ἀντίληψιν.

Ὥσπερ ὀφθαλμῶν, τὰς παθήσεις ἐθεράπευσας, οὕτως ἄνοιξον κ' ἀμοῦ τοὺς ὀφθαλμούς, τῆς καρδίας δυσωπῶ σε Μυροβλύτισσα.
Θαύματα πολλά, ἐνεργοῦν τό θεῖον μύρον σου, κατευφραίνει Θεοτόκε τους πιστούς, καὶ δαιμόνων ἀπελαύνει τὴν ἐπήρειαν.

Ωδὴ στ΄. Τὴν δέησιν.
Ἐρρύσω, ἐκ τῶν δεσμῶν ἀτεκνίας, τὰς πιστῶς σοι προσελθούσας γυναῖκας, οὕτω κ' ἀμὲ Μυροβλύτισσα Κόρη, ἐκ τῶν δεσμῶν τῆς κακίας ἀπάλλαξον, καὶ σύνδησόν με, ἀρραγῶς, τῷ δεσμῷ τῆς ἀγάπης τοῦ Κ τίστου μου.

Ἰδού σοι, ἐν τῇ ἁγίᾳ Movῇ σου, πανταχόθεν Χριστωνύμων τὰ στίφη, μετ' εὐλαβείας συρρέουσι Κόρη, καὶ ἐκ τοῦ θείου σου μύρου λαμβάνοντες, βοῶσί σοι ἀπὸ ψυχῆς″ Χαρμονῆς ἡμᾶς Δέσποινα πλήρωσον.

Ὡς μύρον, τὸ τῆς ζωῆς τετοκυῖα, μυροθήκη οὐρανίων χαρίτων, τοὺς προσκυνοῦντας ἐν πίστει τελείᾳ, τήν Μυροβλύτισσαν Κόρη Εἰκόνα σου, ἐκ δυσωδίας χαλεπῆς, νοσημάτων καὶ θλίψεων λύτρωσαι.

Μovῇ σου, τῇ Μαλεβῇ προσιόντες, καὶ πληρούμενοι ὀσμῆς οὐρανίου, ἐκ τοῦ ἁγίου σου μύρου Παρθένε, τὰ μεγαλεῖά σου πᾶσι κηρύττομεν, καὶ ἐκβοῶμεν ἐκ ψυχῆς δυσωδίας παθῶν ἡμᾶς λύτρωσαι.

Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ ἁγίῳ.
Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ήχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς μυροβλύτις καὶ πλήρης χρηστότητος, Θεογεννῆτορ Παρθένε Πανάμωμε, τόν σόν Υἱόν ἀπαύστως ἰκέτευε, ἀμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς πιστῶς σοι προστρέχουσι.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στιχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι ...

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.


Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σύ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καὶ ἠγαλλίασε τό πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γὰρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἰ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριὰμ σύν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Δόξα. Ταῖς τῆς Θεοτόκου ...

Και νῦν. Ταῖς τῆς Παναχράντου ...

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεός κατὰ τό μέγα ἔλεός σου ...

Μύρον τό ἀκένωτον, Χριστόν τόν πάντων Σωτῆρα, τέξασα Πανύμνητε, κόσμον εὐωδίασας θείᾳ χάριτι˙ καὶ τανῦν Δέσποινα, τῷ ἁγίῳ μύρῳ, τῷ πλουσίως ἀναβλύζοντι, ἐκ τῆς Εἰκόνος σου, τῇ ἐπισκιάσει τῆς δόξης σου, εὐφραίνεις τὰς ψυχὰς ἡμῶν, καὶ ἀποφορὰν τὴν ψυχόλεθρον, παθῶν τε καὶ νόσων, καὶ πάσης ἀθυμίας χαλεπῆς, ἀποδιώκεις, ἑκάστοτε, ἐκ τῶν καρδιῶν ἡμῶν.

Ὁ Ἱερεύς. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ πάντα Παρθένε, Γραφικῶς τὰ ἀρώματα ἡ τοῦ μύρου σου, εὐφραίνει εὐωδία, καρδίας καὶ αἰσθήσεις, τῶν βοώντων ἐκάστοτε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ραντισμοῖς ἀοράτοις, Μυροβλύτισσα Κόρη τοῦ θείου μύρου σου, ἀπόπλυνον τόν ρύπον, ψυχῆς μου τῆς δυσώδους, καὶ βοῶντά με λάμπρυνον″ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ὡς λειμὼν πανευώδης, Μαλεβὴ ἡ Μονή σου πρόκειται ἅπασιν, εν ᾗ Θεογεννῆτορ, Εἰκών σου ἡ ἁγία, ὥσπερ ἄνθος πανεύοσμον, εὐωδιάζει ἡμᾶς, ἐκβλύσει τῇ τοῦ μύρου.
Γνώρισόν μοι Παρθένε, ζωῆς τρίβον προσπίπτοντι τῇ Εἰκόνι σου, καὶ πάσης ὀλεθρίου, ρῦσαι με ἀνοδίας, ἵνα πίστει κραυγάζω σοι″ χαῖρε πιστῶν ἡ χαρά, ὦ Κεχαριτωμένη.

Ωδὴ η΄. Τὸν Βασιλέα.
Εἰς πάντα κόσμον, ἡ τοῦ ἁγίου σου μύρου, ἐξελήλυθε Θεογεννῆτορ χάρις, καὶ πιστῶν τὰ στίφη, ὑμνοῦσί σου τὴν δόξαν.

Ρῦσαι Παρθένε, ὀδυνηρῶν συμπτωμάτων, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ἀλειφομένους, τῷ ἱερῷ σου μύρῳ.

Ἅπας προστρέχων, ἐν Μαλεβῇ τῇ Movῇ σου, ἁγιάζεται τῷ ἱερῷ σου μύρῳ, καὶ τὰ θαύματά σου, κηρύττει Θεοτόκε.

Σωμάτων πόνων, καὶ ψυχικῶν ἀλγημάτων, Μυροβλύτισσα ἀπάλλαξον Παρθένε, τοὺς ὑπερυψοῦντας, τόν ἄφραστόν σου τόκον.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι νέμει, τὸ σον μύρον Κόρη, δ ἀναβλύζει Εἰκών σου ἡ πάνσεπτος, τοῖς μετὰ πίστεως τοῦτο ἀεὶ λαμβάνουσι.

Μυρίπνοον ὡς κρίνον, θείαν εὐωδίαν, ἡ μυροβλύτις Εἰκών σου Πανάχραντε, πνέει τοῖς πίστει προστρέχουσιν ἐν τῇ Μάνδρᾳ σου.

Οἱ πάθεσι καὶ νόσοις, στένοντες ἀθλίως, τῆς Θεοτόκου τῷ μύρῳ προσέλθετε, ἵνα ταχέως τὴν ἴασιν ἀπολάβητε.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, σχέσεως πάσης παθῶν τῆς φαυλότητος, τῇ θαυμαστῇ εὐωδίᾳ τοῦ θείου μύρου σου.

τό 'Άξιόν έστι και τα Μεγαλυνάρια.
Τῇ ἐπισκιάσει σου τῇ σεπτῇ, μύρον ἀναβλύζει, ἡ Εἰκών σου ἡ ἱερά, οὗ τῇ λήψει Κόρη, λυτρούμεθα κινδύνων, καὶ πάσης ἀσθενείας, ἀπαλλαττόμεθα.
Ὤφθη μυροβλύτις νεύσει τῇ σῇ, ἡ Εἰκών σου Κόρη, ἐν τῇ Μάνδρᾳ τῆς Μαλεβῆς, ᾗ μετ' εὐλαβείας, Παρθένε προσιόντες, ὀσμῆς ἐπουρανίου, πίστει πληρούμεθα.
Λύει τῆς στειρώσεως τὰ δεσμά, τό μύρον σου Κόρη, λαμβανόμενον εὐλαβῶς˙ ὅθεν σου τὴν χάριν, κηρύττομεν τοῖς πᾶσι, καὶ τὰ πολλά σου θαύματα μεγαλύνομεν.
Ρῶσιν καὶ ὑγείαν νέμει ἡμῖν, τό μύρον σου Κόρη, καὶ κινδύνων ἀπαλλαγήν, καὶ καρκίνου πάθος, τό χαλεπόν ἰᾶται˙ διό σε Μυροοβλύτισσα μεγαλύνομεν.
Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Μυροβλυτίσσης, τὴν Εἰκόνα ἐν Μαλεβῇ, ἵνα πληρωθῶμεν, ὀσμῆς ἐπουρανίου, καὶ πάσης δυσωδίας, θᾶττον ρυσθείημεν.
Ἔχει ἡ Μονή σου ἐν Μαλεβῇ, προπύργιον μέγα, τὴν Είκόνα σου τήν σεπτήν, ἐκβλύζουσαν μύρον, εὐῶδες Θεοτόκε˙ διό καὶ μεγαλύνει, ἀεὶ τὴν δόξαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οί Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Το τρισάγιον, τα συνήθη τροπάρια, ἐκτενής καὶ ἀπόλυσις, μεθ' ἥν ψάλλομεν το ἑξῆς:

Ήχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον ἡ τεκοῦσα τῆς ζωῆς, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε Ἄχραντε, μύρον βλύζειν εὔοσμον, Κόρη ηὐδόκησας, τὴν ἁγίαν Εἰκόνα σου, πιστοὺς κατευφραῖνον˙ ᾗ πιστῶς προσπίπτοντες, ἁγιαζόμεθα″ ὅθεν μετοχῇ τῇ τοῦ μύρου, λῦσον τῶν παθῶν τὰς ὀδύνας, ἐκ τῶν εὐλαβῶς παρακαλούντων σε.

Δέσποινα πρόσδεξαι ...
Τὴν πᾶσαν ἐλπίδα μου ...

″ Ἀπολυτίκιον τῆς ἐν Μαλεβῇ Παναγίας τῆς Μυροβλυτίσσης.

Τὴν σεπτήν σου Εἰκόνα τὴν τὸ μύρον τῆς χάριτος, ἐν τῇ Μαλεβῇ Θεοτόκε παραδόξως βλυστάνουσαν, τιμῶμεν προσκυνοῦντες εὐλαβῶς, πληρούμενοι ὀσμῆς πνευματικῆς˙ ἁγιάζει γὰρ καὶ σώματα καὶ ψυχάς, τῶν πίστει ἐκβοώντων σου″ δόξα τοῖς μεγαλείοις σου Ἀγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ χάριτί σου Μυροβλύτισσα Δέσποινα.