Προσευχή διά τήν Πατρίδα μας
Κύριε ὁ Θεός ἡμῶν, ὁ δείξας τό ἔλεός Σου ἐν
πάσι τοῖς προσιούσι σοῖ καί ἑξαιτουμένοις τοῦτο, ὁ εὐμήχανος καί
ποικίλα ἔχων τῆς σωτηρίας τά φάρμακα, «ὁ πατήρ τῶν οἰκτιρμῶν καί Θεός
πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπί πάση τή θλίψει ἡμῶν», ὁ διά τοῦ
μονογενοῦς Σου Υἱοῦ πληροφορήσας ἡμᾶς ὅτι «οἰκτίρμων» ὑπάρχεις καί
πολυέλεος, «ὁ ἐλεῶν πάντας, ὅτι πάντα δύνασαι καί παρορῶν ἁμαρτήματα
ἀνθρώπων εἰς μετάνοιαν», ὁ παρακινήσας τόν προφητάνακτα Δαυΐδ εἰπεῖν•
«καθαρισθήσομαι ἀπό ἁμαρτίας μεγάλης» τή δυνάμει σου, ὁ μή θέλων τόν
θάνατον τοῦ ἁμαρτωλοῦ, προσδεξαι ἐν ταύτη τῆ ὥρα τήν δέησιν ἡμῶν ὑπὲρ
τοῦ Ἔθνους καί τῆς Πατρίδος ἡμῶν.
Πάντες γάρ οἱ ὁμοπάτριδες κείμεθα ἐπί ξυροῦ ἀκμῆς τῶν θλίψεων
ὀδυνόμενοι ἐπί τῆ χλεύη καί καταφρονήσει τῆς φιλτάτης ἡμῶν πατρίδος, οὐ
μήν ἀλλά καί τήν δυστυχία τῶν κατοίκων αὐτῆς.
Ὄντως ἐκ τέ τῶν ἁμαρτιῶν ἠμῶν καί ἐκ τῆς ἐνεστώσης οἰκονομικῆς
ἀνάγκης καί τῆς πνευματικῆς κρίσεως τῶν Ἐθνῶν κατέστημεν ἄνθρωποι θλίψιν
μόνιμον ἔχοντες καί…
Ἔθνος ὑπό τῶν ἄλλων Ἐθνῶν ὀνειδιζόμενον. Δός, οὔν, ἠμίν, Κύριε ὁ Θεός ἡμῶν ἄνεσιν βίου, πάντα τὰ χρειώδη της κάθ” ἡμέραν ἐπί τῆς γῆς ἡμῶν
διαβιώσεως, μετάνοιαν διὰ τὰς παραλείψεις καὶ ἁμαρτίας ἡμῶν, ἐλευθερίαν
ἐκ τῶν πολλῶν δυσοιώνων λογισμῶν, πίστιν βεβαίαν πρός Σέ, ἐλπίδα ἐπί τὰ
βελτίω τῶν ὀχληρῶν ἡμῶν καταστάσεων ἀκαταίσχυντον, χαρὰν ἐν ταῖς
καρδίαις ἡμῶν σταθηρᾶν.
Ἐξάγαγε ἡμᾶς ἐκ τῶν λυπηρῶν ἐπὶ τά θυμηδέστερα, ἐκ τῶν στενωπών τῆς
ἀπελπισίας εἰς τὸν δίαυλον τοῦ θάρσους, ἐκ τῆς ὀλισθηρᾶς ὁδοῦ τῆς
ἀπωλείας εἰς τὴν ἀτραπὸν τῆς σταθερότητος, ἐκ τῆς ἀπιστίας εἰς τὴν
πίστιν, φανερῶν τοῖς πάσι τὸν δρόμον τῆς ἀληθινῆς ζωῆς.
Ὅτι σύ εἰ ἡ πηγὴ τῆς ζωῆς καί σοί τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί
τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.
Μητροπολίτη Ἐδέσσης Ἰωήλ