Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ
Ὁ
Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν,
μὴ
ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας, ἐν εἰρήνῃ
κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς
Τριάδος ἐφανερώθη προσκύνησις·
τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει
σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα·
καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς,
ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές.
Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον
φωτίσας δόξα σοι.