Ὁ όσιος Μελέτιος, ὁ Ὁμολογητής, ὁ Γαλησιώτης (13ος αἰών), σὲ ποιητικόν λόγον, γράφει διὰ τοὺς αἰρετικοὺς Παπικούς.
Ὁ τίτλος τῆς σχετικῆς ὀγδόης ὑποθέσεως εἶναι : «Ὅτι αἰρετικοί εἰσὶν οἱ Ἰταλοὶ καὶ οἱ συγκοινωνοῦντες αὐτοῖς ἀπόλλυνται»
Νῦν δὲ τῆς ὑποθέσεως ἄρχομαι τῆς ὀγδόης,
ἐν ἡ καθυποδείξω σοι, Θεοῦ τῇ συνεργίᾳ,
ὅτι, κὰν λέγωσί τινες τῶ ἢ καθ΄ ἑτέρους τρόπους
ὡς Ἰταλῶν τὰ σφάλματα βραχύτατα τυγχάνει,
ὡς οὐκ εἰσὶν αἰρετικοί μηδ΄ ἀποκεκομμένοι
τοῦ τῶν πιστῶν συστήματος ἐκ τινὸς τῶν ἁγίων,
οὐδὲ τὸ τούτοις κοινωνεῖν σφάλμα ψυχῆς καὶ βλάβη
ψευδῶς φάσι, κακῶς φάσι, μακρὰν τῆς ἀληθείας.
Μέγιστα γὰρ ἐσφάλησαν καὶ πάμπλειστα Λατῖνοι·
πᾶς τῶν πατέρων ὁ χορὸς αὐτοὺς καταδικάζει,
αἰρετικοῖς συντάττεται καὶ σύμπας ὁ Λατίνοις
συγκοινωνὼν μεμέρισται Χριστοῦ καὶ τῶν ἁγίων.
Καὶ αφοῦ παραθέτει πολλὲς πατερικὲς μαρτυρίες διὰ τὶς αἰρέσεις τῶν Λατίνων, λέγει συμπερασματικά, ἕνα αἰῶνα
πρὶν ἀπὸ τὸν ἅγιον Γρηγόριον Παλαμᾶ καὶ δύο αἰῶνες πρὶν ἀπὸ τὸν ἅγιον Μάρκον Ἐφέσου τὸν Εὐγενικόν·
Ἔγνως ἐξ ὦν εἰρήκαμεν ὁλίγων παρανόμων ἐν
δόγμασι βλασφημιών, παρατροπών ἐν ἔθει,
τοὺς Ιταλοὺς αἰρετικούς; Πῶς γοῦν ἡ κοινωνία
ἡμῖν τούτων ἀβλαβὴς τοῖς ἐκτελοῦσι ταύτην;
Ἢ πῶς ἄν αἰρετικοὶ κληθείεν οἱ Λατῖνοι,
τοσαύτα παραβαίνοντες, καινίζοντες τοιαῦτα;
Εἴ γάρ μικρὰ παρατροπὴ τῆς εὐσεβοῦς θρησκείας
αἰρετικόν παρίστησι τὸν ταύτη κρατηθέντα,
πῶς ὁ πολλὰ καὶ λαμπρῶς παρανομὼν ἀφρόνως,
ὁ δόγματα καινότατα νομοθετὼν ἀνόμως,
ὁ παραλόγοις ἔθεσιν ἀλόγως κεχρημένος
οὐκ ἄν τοῖς αἰρετίζουσι συντάττοιτο δικαίως;