Ἄνθρωπος,
τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ
«Ἄνθρωπος,
τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα,
τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα,
τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον,
τὸ αὐτοδίδακτον πονήρευμα,
τὸ αὐτομαθὲς ἐπιβούλευμα,
τὸ εὔτεχνον εἰς κακουργίαν,
τὸ εὐμήχανον εἰς ἀδικίαν,
τὸ ἕτοιμον εἰς πλεονεξίαν,
τὸ ἀκόρεστον εἰς ἀπληστίαν,
τὸ εὐφυὲς εἰς
ἀπιστίαν,
τὸ ὑπέρογκον πνεῦμα,
τὸ μεγαλοῤῥῆμον θράσος,
τὸ εὐδιάλυτον φρύαγμα,
τὸ εὐκαθαίρετον ὕψωμα,
τὸ
εὐάλωτον τόλμημα,
ὁ πηλὸς ὁ αὐθάδης,
ἡ τέφρα ἡ στασιώδης,
ἡ κόνις ἡ μεγαλόφρων,
ἡ σποδὸς ἡ πεφυσιωμένη,
ὁ
σπινθὴρ ὁ εὐκατάσβεστος,
ἡ φλὸξ ἡ εὐμάραντος,
ὁ εὐρίπιστος λύχνος,
τὸ ἑτοιμοφθόρον ξύλον,
ὁ εὐξήραντος χόρτος,
ἡ εὐνέκρωτος χλόη,
ἡ εὐδαπάνητος φύσις·
ὁ σήμερον ἀπειλῶν,
καὶ αὔριον τελευτῶν·
ὁ σήμερον ἐν πλούτῳ,
καὶ αὔριον ἐν τάφῳ·
ὁ σήμερον ἐν διαδήματι,
καὶ αὔριον ἐν μνήματι·
ὁ σήμερον ἐν πορφύρᾳ,
καὶ αὔριον ἐν ἐκφορᾷ·
ὁ σήμερον ἐν θησαυροῖς,
καὶ αὔριον ἐν σοροῖς·
ὁ σήμερον ἐν κόλαξι,
καὶ αὔριον ἐν σκώληξιν·
ὁ σήμερον ὢν,
καὶ αὔριον μὴ ὤν· »
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ