Προσόμοια περὶ ἀρίστης Μοναχικῆς πολιτείας
Ἱερομόναχος Χαρίτων Ἁγιορείτης
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἀγρυπνίαν ἀγάπα, νηστείαν, δάκρυα, εὐχὰς καὶ ψαλμωδίας, καὶ Γραφῶν τὴν μελέτην· γενοῦ ταπεινόφρων καὶ γαληνός, καὶ τὸν τύφον ἀπόρριπτε, μὴ σὲ νικήσῃ ὁ φθόνος καὶ τῶν παθῶν, ἀκρασία ἡ ψυχόλεθρος.Ὑπακοὴν πᾶσαν ἔχε, τοῖς Προεστῶσί σου, ἀγάπην τε πρὸς τούτους, καὶ πρὸς πάντας ἐξίσου, τοὺς ἀδελφοὺς γνησίαν, ὦ ἀδελφέ, καὶ μηδόλως ἀντίλεγε, τοῖς ἐπιτάγμασι τούτων ἵν᾿ ἐκ Θεοῦ, μαρτυρίου λάβῃς στέφανον.
Μὴ ἐπιλάθου τοῦ ψάλλειν, Ὥρας, Μεσώρια, τὴν Πρώτην καὶ τὴν Τρίτην, Ἕκτην καὶ τὴν Ἐνάτην, τὰ Τυπικὰ συνήθως Ἑσπερινόν, καὶ Ἀπόδειπνον Ὄρθρον τε καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ τὴν τοῦ Θεοῦ, μνήμην ἔχε ἐν καρδίᾳ σου.
Ὅταν ἀκούσῃς σημάνδρου, δράμε ὡς ἔλαφος, εἰς τὸν Ναὸν Κυρίου, καὶ προσεύχου καὶ ψάλλε· πρόσχες μὴ ἐξέλθῃς ἐκ τοῦ Ναοῦ, πρὶν ἀπόλυσις γένηται, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ τῆς φοβερᾶς, τοῦ Χριστοῦ δίκης μνημόνευε.
Ἀεὶ σαυτὸν ἐκβιάζου, ἵνα σωθῇς ἀδελφέ, Παρασκευῇ, Τετράδι, καὶ Δευτέρᾳ ἐπίσης, ἔσθιε ἐφ᾿ ἅπαξ ἄρτον ξηρόν, καὶ τὸ ὕδωρ σου μέτριον, πίνε Θεῷ ὁλοψύχως εὐχαριστῶν, καὶ τῆς θείας ἐπιτεύξῃ τρυφῆς.
Ἐξομολόγησιν ποίει, τῶν πονηρῶν λογισμῶν, κακῶν ἀπέχου πάντων, τὴν μετάνοιαν πόθῃ· δίωκε ταχέως τὸ πονηρόν, τῆς πορνείας ἐνθύμιον· καὶ ταῦτα πάντα φυλάξας ὦ ἀδελφέ, κατοικήσῃς εἰς Παράδεισον.
Χρημάτων ὅλως φροντίδα, ποίει μηδέποτε, οὔτε τῶν ἐδεσμάτων, οὔτε τῶν ἰματίων, πλὴν τῶν ἀναγκαίων καὶ ἱκανῶν, πρὸς τὴν σύστασιν σώματος· ἔχε δὲ μέριμναν μόνην ἐν σῇ ψυχῇ, Παραδείσου τῆς τερπνότητος.
Ὁ Ποιητὴς τῶν ἁπάντων, Χριστὸς ὁ Κύριος, διὰ τὴν σωτηρίαν, τῶν ἀνθρώπων κατῆλθεν, ἐξ ὕψους οὐρανίου, ἐπὶ τῆς γῆς, καὶ γενόμενος ἄνθρωπος, ὁδὸν ἀρίστην ὑπέδειξε τοῖς βροτοῖς, σωτηρίας ἐπιτεύξασθαι.
Καὶ ταῦτα πάντα φυλάξας ὦ Μοναχέ, κατοικήσῃς εἰς τὸν Παράδεισον. Ἀμήν.