ΑΜΑΡΤΙΩΝ ΤΗ ΝΟΣΩ
Ἁμαρτιῶν
τῇ νόσῳ κατατηκόμενος, τῆς ἀπογνώσεως κλίνῃ κατάκειμαι· διό με Ἰατρὲ
τῶν ἀσθενούντων, ἐπίσκεψαι σῇ φιλανθρωπίᾳ, καὶ μὴ παραχωρήσῃς,
ἐναφυπνῶσαι δεινῶς, εἰς θάνατον πανοικτίρμον, ἵνα βοῶ σοι θερμῶς, ὁ τοῦ
ἐλέους χορηγός, Κύριε δόξα σοι.