Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 25 Απριλίου 2015

ΚΥΡΙΕ, ΕΙ ΚΑΙ ΚΡΙΤΗΡΙΩ ΠΑΡΕΣΤΗΣ

                 ΚΥΡΙΕ, ΕΙ ΚΑΙ ΚΡΙΤΗΡΙΩ ΠΑΡΕΣΤΗΣ

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ὑπὸ Πιλάτου κρινόμενος ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σε ἐφύλαττον καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης, καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν.

Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· ἀνέστη Θεὸς ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.