Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 3 Οκτωβρίου 2015

Προσευχὴ Μετανοίας εἰς τὴν Ὑπεραγίαν Θεοτόκον



https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5NLbjIh0bY48T1KoWaJCNi92Hnb8pC1f7OO3ZhoQnT_qVYtDqeR1Jbi3prqV5FJvz1MfmrCe7Jdn60bGc4T6HABkfjOcLX_HecOsm7D746yXem_6h2JGDS3h6En6emD4LehCm3vQ2nDc/s1600/images.jpeg

           Προσευχὴ Μετανοίας εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ἐγὼ οἴδα καὶ πέπεισμαι ἀκριβῶς, ἄχραντε Θεοτόκε, ὅτι οὔκ εἰμί ἄξιος ἀτενίσαι ὅλως, οὔτε ἰκανός ἰδεῖν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τοῦ βάρους τῶν ἐμῶν κατακαμπτόμενος ἁμαρτιῶν. Καὶ δίκαιον ἔστιν ἐμὲ τὸν ἄσωτον, ἐμὲ τὸν βέβηλον, τὸν ὑπὲρ πάντα ἄνθρωπον ἁμαρτήσαντα, μισεῖσθαι ὡς βέβηλον, ὑπό σου τῆς καθαρᾶς, ὑπό σου τῆς ἀμώμου, ὑπό σου τῆς ἀσπίλου καὶ ψυχὴν καὶ σῶμα. Ἀλλ' ἐπειδὴ Μήτηρ ἐδείχθης τοῦ μὴ δικαίους ἐλθόντος καλέσαι, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ἰδοὺ φόβῳ προσέρχομαί σοι, συγχώρησιν αἰτούμενος λαβεῖν διά σου τῶν ἐμῶν ἀμυθήτων πταισμάτων.

Μὴ οὖν παρίδῃς με, Δέσποινα Θεοτόκε, τὸν ἀμελῆ, τὸν ἀκάθαρτον, τὸν ἀνάξιον τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ ἄξιον πάσης κολάσεως καὶ τιμωρίας, τὸν ὑπὲρ πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν ἁμαρτήσαντα, ἀλλὰ τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου μιμησαμένη εὐσπλαγχνίαν τε καὶ φιλανθρωπίαν, ἔπιδε ἐπ'ἐμὲ ἰλέῳ σου ὄμματι καί δέξαι μου τὴν εὐτελῆ καὶ ῥάθυμον ταύτην δέησιν, καὶ ταύτην τῷ σῷ Υἱῷ καῖ Θεῷ προσάγουσα, περιποίησόν μοι συγχώρησιν, Πάναγνε, ὧν ἀφρόνως ἐν τῷ βίῳ ἐτέλεσα, ἐνδυναμοῦσά με ταῖς πρὸς τὸν Υἱόν σου εὐπροσεδέκτοις δεήσεσι, προθύμως φθάσαι καὶ πρὸς τὰς μεσημβρινὰς καὶ νυκτερινάς, μεσονυκτίους τε καὶ ἐωθινὰς λειτουργίας.




Ναί, Δέσποινα Θεοτόκε, μὴ ἀπώση μου τοὺς ἐγκαρδίους στεναγμούς, μὴ παρίδης μου τοὺς ὀδυρμούς, μὴ παραβλέψης μου τὸν διάπυρον πρός σε πόθον, μὴ σβέσης μου τὴν πρὸς σέ προσδοκίαν, μὴ ἀποβάλης τὴν οἰκτράν μου δέησιν, μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, ἴνα μὴ ὁ πονηρὸς ἐχθρὸς τῆς σῆς σκέπης καὶ ἀντιλήψεως ἔρημον καὶ γυμνόν με εὔρων, εἰς τέλος ταπεινώση καὶ καταπίῃ με. Διὰ τοῦτο πρόφθασον καὶ ἀντιλαβοῦ μου, Πανάμωμε, τοῦ ἁμαρτωλοῦ καὶ ταπεινοῦ, καὶ λύτρωσαί με τῆς πικρᾶς τυραννίδος τοῦ διαβόλου, ῥῦσαί με τῆς τῶν πονηρῶν δαιμόνων ἐνέδρας καὶ ἐπιβουλῆς, καὶ ἀξίωσόν με ἀπροσκόπτως βιώσαι καὶ τῆς οὐρανίου τυχεῖν βασιλείας. Ἔχεις γὰρ τὸ δύνασθαι, ὡς Μήτηρ οὖσα Θεοῦ, ὅπως κἀγὼ διά σου σωτηρίας ἐπιτυχών, μεγαλύνω διὰ παντὸς καὶ δοξάζω σου τὴν βεβαίαν ἀντίληψιν. Ὅτι εὐλογημένη ὑπάρχεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Ἀμήν.