Εὐχὴ τοῦ ἁγίου Μακαρίου
Εὐχὴ
τοῦ ἁγίου Μακαρίου
Ὦ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν
ἐποίησα ἀγαθὸν ἐνώπιόν σου. Ἀναρῦσαί με ἀπὸ τοῦ
Πονηροῦ, καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ
στόμα μου τὸ ἀνάξιον, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά
σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς
καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς.
Σὺ γὰρ γινώσκεις, Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μου εἰσι.
Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ
ἐπόθησα καὶ ποθῶ. Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ,
τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγο-
ψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν
ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν
καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας,
μαλακίας
ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς
δεσποτείας
σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν
οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ
αἰσχρά. Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδο-
ναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ
κενο-
δοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ
παύεται.
Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοή-
θησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν
τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν. Ναὶ, Δέ-
σποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν
ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς
παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων
σου τῶν ἁγίων.