Εὐχὴ
εἰς τὸν ἅγιον ἄγγελον τὸν ἀπὸ Θεοῦ ταχθέντα
σκεπεῖν καὶ διαφυλάττειν ἡμᾶς.
Ἅγιε ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς
καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν
ἁμαρτωλὸν, μηδ᾽ ἀποστῇς ἀπ᾽ ἐμοῦ διὰ τὴν ἀκαθαρ-
σίαν μου, μὴ δῷς χώραν τῷ πονηρῷ δαίμονι, κατα-
κυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ
τούτου
σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης
χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναὶ,ἅγιε ἄγγελε τοῦ Θεοῦ, ὁ ἐφεστὼς τῆς ἀθλίας μου
ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον,
ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,
καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν. Σκέπασόν
με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ
πά-
σης ἐπηρείας καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἵνα
μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν. Καὶ
πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι
με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με
δοῦλον τῆς
αὐτοῦ ἀγαθότητος.
Ἀμήν.