Ἀπολυτίκιον.
Ήχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς
Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργός θεοφόρε,
Σπυρίδων Πατήρ ἡμῶν· διό νεκρά σὺ ἐν τάφω προσφωνεῖς, καὶ ὄφιν εἰς
χρυσοῦν μετέβαλες· καὶ ἐν τῶ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες
συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῶ σὲ δοξάσαντι Χριστῶ· δόξα τῶ σὲ
στεφανώσαντι· δόξα τῶ ἐνεργοῦντι διά σου, πάσιν ἰάματα.
Κοντάκιον.
Ήχος β’. Τα άνω ζητών.
Τῶ
πόθω Χριστού τρωθεῖς, Ἱερώτατε, τὸν νοῦν πτερωθεῖς, τῆ αίγλη τοῦ
Πνεύματος, πρακτική θεωρία, τὴν πράξιν εὔρες θεόπνευστε, θυσιαστήριον
θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Μεγαλυνάριον.
Χαίροις
τῶν θαυμάτων ὁ ποταμός· Χαίροις ἀσθενούντων, καὶ πασχόντων ὁ ιατρός·
Χαίροις τῶν λογίων τοῦ Πνεύματος ὁ σπόρος, Σπυρίδων Τριμυθοῦντος, ποιμὴν
τρισόλβιε.
|