Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Σάββατο 20 Ιουνίου 2015

ΠΡΟΣΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

       ΠΡΟΣΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ

 
Δέσποτα Χριστέ, ὁ Θεός, ὁ τοιῖς πάθεσί σου τὰ πάθη μου θεραπεῦσας, καὶ τοῖς τραύμασί σου τὰ τραύματά μου ἰατρεῦσας, χάρισαί μοι τῶ πολλά σοι πταίσαντι δάκρυα κατανύξεως· συγκέρασόν μου τὸ σώμα, ἀπό ὀσμῆς τοῦ ζωοποιοῦ σώματός σου, καὶ γλύκανόν μου τὴν ψυχήν, τῶ σῶ τιμίω αἴματι, ἀπό τῆς πικρίας, ἦν μὲ ὁ ἀντίδικος ἐπότισεν. Ὕψωσόν μου τὸν νοῦν πρός σε, κάτω ἐλκυσθέντα, καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας· ὅτι οὔκ ἔχω μετάνοιαν, οὔκ ἔχω κατάνυξιν, οὔκ ἔχω δάκρυον παρακλητικόν, τὰ ἐπανάγοντά με τέκνα πρὸς ἰδίαν κληρονομίαν. Ἐσκότισμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καὶ οὔκ ἰσχύω ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνη, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης. Ἀλλά, Δέσποτα Κύριε Ἱησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὀλόκληρον, καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν σου· χάρισαί μοι τὴν χάριν σου, καὶ ἀνακαίνισον ἐν ἐμοῖ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μὴ μὲ ἐγκαταλίπης· ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴν νομήν σου, συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων σου Μυστηρίων· πρεσβείαις τῆς πανάγνου Μητρός σου, καὶ πάντων τῶν Ἁγίων σου· Ἀμήν.