Παναγία Πορταΐτισσα

Παναγία Πορταΐτισσα

Τετάρτη 14 Μαΐου 2014

ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΦΕΣΤΗΚΕΝ Η ΤΩΝ ΗΜΕΡΩΝ ΜΕΣΟΤΗΣ

ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΦΕΣΤΗΚΕΝ Η ΤΩΝ ΗΜΕΡΩΝ ΜΕΣΟΤΗΣ

Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας καὶ θεοπρεπῶς θαυματουργῶν ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.


Ἐν τῷ ἱερῷ ἐπέστης ἡ σοφία τοῦ Θεοῦ, μεσούσης τῆς ἑορτῆς, διδάσκων καὶ ἐλέγχων τοὺς ἀπειθεῖς Ἰουδαίους, τοὺς Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν παρρησίᾳ πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ ζωηρόν, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων τῇ ἐμῇ χρηστότητι ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ζωῆς αἰωνίου. Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ Θεὸς ἡμῶν· Δόξα σοι.

Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Ὅτε τὸ μέσον τῆς ἑορτῆς ἐπέστη, ἀνέβη ὁ Ἰησοῦς ἐπὶ τὸ ἱερόν, καὶ ἐδίδασκε λέγων τοὺς ἀπειθεῖς Ἰουδαίους· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὕδωρ ζωηρόν αἰώνιον, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, καὶ ἕξει τὸ φῶς τῆς ζωῆς.


Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτήρ, ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία, ἡ κατασκευάσασα τόν κόσμον· Δόξα σοι.